Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 22:1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας.
Act 22:2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. καί φησιν,
Act 22:3 Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον·
Act 22:4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας.
Act 22:5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.
Act 22:6 ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ.
Act 22:7 ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις;
Act 22:8 ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; εἶπέ τε πρός με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
Act 22:9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Act 22:10 εἶπον δέ, Τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
Act 22:11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
Act 22:12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
Act 22:13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
Act 22:14 ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ.
Act 22:15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
Act 22:16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
Act 22:17 ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει,
Act 22:18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
Act 22:19 κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
Act 22:20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Act 22:21 καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
Act 22:22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκον αὐτὸν ζῇν.
Act 22:23 κραυγαζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Act 22:24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
Act 22:25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
Act 22:26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι.
Act 22:27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, Ναί.
Act 22:28 ἀπεκρίθη τε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι.
Act 22:29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
Act 22:30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

List of Articles
번호 분류 제목
194 Luke Edition of Scrivener's, Luke, Chapter 23
193 Luke Edition of Scrivener's, Luke, Chapter 24
192 John Edition of Scrivener's, John, Chapter 01
191 John Edition of Scrivener's, John, Chapter 02
190 John Edition of Scrivener's, John, Chapter 03
189 John Edition of Scrivener's, John, Chapter 04
188 John Edition of Scrivener's, John, Chapter 05
187 John Edition of Scrivener's, John, Chapter 06
186 John Edition of Scrivener's, John, Chapter 07
185 John Edition of Scrivener's, John, Chapter 08
184 John Edition of Scrivener's, John, Chapter 09
183 John Edition of Scrivener's, John, Chapter 10
182 John Edition of Scrivener's, John, Chapter 11
181 John Edition of Scrivener's, John, Chapter 12
180 John Edition of Scrivener's, John, Chapter 13
179 John Edition of Scrivener's, John, Chapter 14
178 John Edition of Scrivener's, John, Chapter 15
177 John Edition of Scrivener's, John, Chapter 16
176 John Edition of Scrivener's, John, Chapter 17
175 John Edition of Scrivener's, John, Chapter 18
174 John Edition of Scrivener's, John, Chapter 19
173 John Edition of Scrivener's, John, Chapter 20
172 John Edition of Scrivener's, John, Chapter 21
171 Acts Edition of Scrivener's, Acts, Chapter 01
170 Acts Edition of Scrivener's, Acts, Chapter 02
169 Acts Edition of Scrivener's, Acts, Chapter 03
168 Acts Edition of Scrivener's, Acts, Chapter 04
167 Acts Edition of Scrivener's, Acts, Chapter 05
166 Acts Edition of Scrivener's, Acts, Chapter 06
165 Acts Edition of Scrivener's, Acts, Chapter 07
164 Acts Edition of Scrivener's, Acts, Chapter 08
163 Acts Edition of Scrivener's, Acts, Chapter 09
162 Acts Edition of Scrivener's, Acts, Chapter 10
161 Acts Edition of Scrivener's, Acts, Chapter 11
160 Acts Edition of Scrivener's, Acts, Chapter 12
159 Acts Edition of Scrivener's, Acts, Chapter 13
158 Acts Edition of Scrivener's, Acts, Chapter 14
157 Acts Edition of Scrivener's, Acts, Chapter 15
156 Acts Edition of Scrivener's, Acts, Chapter 16
155 Acts Edition of Scrivener's, Acts, Chapter 17
154 Acts Edition of Scrivener's, Acts, Chapter 18
153 Acts Edition of Scrivener's, Acts, Chapter 19
152 Acts Edition of Scrivener's, Acts, Chapter 20
151 Acts Edition of Scrivener's, Acts, Chapter 21
» Acts Edition of Scrivener's, Acts, Chapter 22
149 Acts Edition of Scrivener's, Acts, Chapter 23
148 Acts Edition of Scrivener's, Acts, Chapter 24
147 Acts Edition of Scrivener's, Acts, Chapter 25
146 Acts Edition of Scrivener's, Acts, Chapter 26
145 Acts Edition of Scrivener's, Acts, Chapter 27
144 Acts Edition of Scrivener's, Acts, Chapter 28
143 Romans Edition of Scrivener's, Romans, Chapter 01
142 Romans Edition of Scrivener's, Romans, Chapter 02
141 Romans Edition of Scrivener's, Romans, Chapter 03
140 Romans Edition of Scrivener's, Romans, Chapter 04
139 Romans Edition of Scrivener's, Romans, Chapter 05
138 Romans Edition of Scrivener's, Romans, Chapter 06
137 Romans Edition of Scrivener's, Romans, Chapter 07
136 Romans Edition of Scrivener's, Romans, Chapter 08
135 Romans Edition of Scrivener's, Romans, Chapter 09
134 Romans Edition of Scrivener's, Romans, Chapter 10
133 Romans Edition of Scrivener's, Romans, Chapter 11
132 Romans Edition of Scrivener's, Romans, Chapter 12
131 Romans Edition of Scrivener's, Romans, Chapter 13
130 Romans Edition of Scrivener's, Romans, Chapter 14
129 Romans Edition of Scrivener's, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소