Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 2:1 Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
Mar 2:2 καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
Mar 2:3 καὶ ἔρχονται πρὸς αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων.
Mar 2:4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον ἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
Mar 2:5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
Mar 2:6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
Mar 2:7 Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;
Mar 2:8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
Mar 2:9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι, καὶ ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει;
Mar 2:10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας (λέγει τῷ παραλυτικῷ),
Mar 2:11 Σοὶ λέγω, ἔγειραι, καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
Mar 2:12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
Mar 2:13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
Mar 2:14 καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Mar 2:15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ.
Mar 2:16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
Mar 2:17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Mar 2:18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
Mar 2:19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν·
Mar 2:20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
Mar 2:21 καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
Mar 2:22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
Mar 2:23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
Mar 2:24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
Mar 2:25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαβίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
Mar 2:26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;
Mar 2:27 καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
Mar 2:28 ὥστε Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

List of Articles
번호 분류 제목
62 Luke Edition of Scrivener's, Luke, Chapter 18
61 Luke Edition of Scrivener's, Luke, Chapter 17
60 Luke Edition of Scrivener's, Luke, Chapter 16
59 Luke Edition of Scrivener's, Luke, Chapter 15
58 Luke Edition of Scrivener's, Luke, Chapter 14
57 Luke Edition of Scrivener's, Luke, Chapter 13
56 Luke Edition of Scrivener's, Luke, Chapter 12
55 Luke Edition of Scrivener's, Luke, Chapter 11
54 Luke Edition of Scrivener's, Luke, Chapter 10
53 Luke Edition of Scrivener's, Luke, Chapter 09
52 Luke Edition of Scrivener's, Luke, Chapter 08
51 Luke Edition of Scrivener's, Luke, Chapter 07
50 Luke Edition of Scrivener's, Luke, Chapter 06
49 Luke Edition of Scrivener's, Luke, Chapter 05
48 Luke Edition of Scrivener's, Luke, Chapter 04
47 Luke Edition of Scrivener's, Luke, Chapter 03
46 Luke Edition of Scrivener's, Luke, Chapter 02
45 Luke Edition of Scrivener's, Luke, Chapter 01
44 Mark Edition of Scrivener's, Mark, Chapter 16
43 Mark Edition of Scrivener's, Mark, Chapter 15
42 Mark Edition of Scrivener's, Mark, Chapter 14
41 Mark Edition of Scrivener's, Mark, Chapter 13
40 Mark Edition of Scrivener's, Mark, Chapter 12
39 Mark Edition of Scrivener's, Mark, Chapter 11
38 Mark Edition of Scrivener's, Mark, Chapter 10
37 Mark Edition of Scrivener's, Mark, Chapter 09
36 Mark Edition of Scrivener's, Mark, Chapter 08
35 Mark Edition of Scrivener's, Mark, Chapter 07
34 Mark Edition of Scrivener's, Mark, Chapter 06
33 Mark Edition of Scrivener's, Mark, Chapter 05
32 Mark Edition of Scrivener's, Mark, Chapter 04
31 Mark Edition of Scrivener's, Mark, Chapter 03
» Mark Edition of Scrivener's, Mark, Chapter 02
29 Mark Edition of Scrivener's, Mark, Chapter 01
28 Matthew Edition of Scrivener's, Matthew, Chapter 28
27 Matthew Edition of Scrivener's, Matthew, Chapter 27
26 Matthew Edition of Scrivener's, Matthew, Chapter 26
25 Matthew Edition of Scrivener's, Matthew, Chapter 25
24 Matthew Edition of Scrivener's, Matthew, Chapter 24
23 Matthew Edition of Scrivener's, Matthew, Chapter 23
22 Matthew Edition of Scrivener's, Matthew, Chapter 22
21 Matthew Edition of Scrivener's, Matthew, Chapter 21
20 Matthew Edition of Scrivener's, Matthew, Chapter 20
19 Matthew Edition of Scrivener's, Matthew, Chapter 19
18 Matthew Edition of Scrivener's, Matthew, Chapter 18
17 Matthew Edition of Scrivener's, Matthew, Chapter 17
16 Matthew Edition of Scrivener's, Matthew, Chapter 16
15 Matthew Edition of Scrivener's, Matthew, Chapter 15
14 Matthew Edition of Scrivener's, Matthew, Chapter 14
13 Matthew Edition of Scrivener's, Matthew, Chapter 13
12 Matthew Edition of Scrivener's, Matthew, Chapter 12
11 Matthew Edition of Scrivener's, Matthew, Chapter 11
10 Matthew Edition of Scrivener's, Matthew, Chapter 10
9 Matthew Edition of Scrivener's, Matthew, Chapter 09
8 Matthew Edition of Scrivener's, Matthew, Chapter 08
7 Matthew Edition of Scrivener's, Matthew, Chapter 07
6 Matthew Edition of Scrivener's, Matthew, Chapter 06
5 Matthew Edition of Scrivener's, Matthew, Chapter 05
4 Matthew Edition of Scrivener's, Matthew, Chapter 04
3 Matthew Edition of Scrivener's, Matthew, Chapter 03
2 Matthew Edition of Scrivener's, Matthew, Chapter 02
1 Matthew Edition of Scrivener's, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소