Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 15:1 Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες,
Mat 15:2 Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν.
Mat 15:3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Mat 15:4 ὁ γὰρ Θεὸς ἐνετείλατο, λέγων, Τίμα τὸν πατέρα σοῦ, καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
Mat 15:5 ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
Mat 15:6 καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
Mat 15:7 ὑποκριταί, καλῶς προεφήτευσε περὶ ὑμῶν Ἠσαΐας, λέγων,
Mat 15:8 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
Mat 15:9 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Mat 15:10 καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε.
Mat 15:11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
Mat 15:12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
Mat 15:13 ὁ δὲ ἀποκριθεὶς εἶπε, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
Mat 15:14 ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
Mat 15:15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
Mat 15:16 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Mat 15:17 οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
Mat 15:18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
Mat 15:19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·
Mat 15:20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
Mat 15:21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Mat 15:22 καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ, λέγουσα, Ἐλέησόν με, Κύριε, υἱὲ Δαβίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
Mat 15:23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
Mat 15:24 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Mat 15:25 ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ, λέγουσα, Κύριε, βοήθει μοι.
Mat 15:26 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.
Mat 15:27 ἡ δὲ εἶπε, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Mat 15:28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Mat 15:29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
Mat 15:30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐθεράπευσεν αὐτούς·
Mat 15:31 ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
Mat 15:32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
Mat 15:33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
Mat 15:34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
Mat 15:35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν·
Mat 15:36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ.
Mat 15:37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις.
Mat 15:38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
Mat 15:39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

List of Articles
번호 분류 제목
260 Matthew Edition of Scrivener's, Matthew, Chapter 01
259 Matthew Edition of Scrivener's, Matthew, Chapter 02
258 Matthew Edition of Scrivener's, Matthew, Chapter 03
257 Matthew Edition of Scrivener's, Matthew, Chapter 04
256 Matthew Edition of Scrivener's, Matthew, Chapter 05
255 Matthew Edition of Scrivener's, Matthew, Chapter 06
254 Matthew Edition of Scrivener's, Matthew, Chapter 07
253 Matthew Edition of Scrivener's, Matthew, Chapter 08
252 Matthew Edition of Scrivener's, Matthew, Chapter 09
251 Matthew Edition of Scrivener's, Matthew, Chapter 10
250 Matthew Edition of Scrivener's, Matthew, Chapter 11
249 Matthew Edition of Scrivener's, Matthew, Chapter 12
248 Matthew Edition of Scrivener's, Matthew, Chapter 13
247 Matthew Edition of Scrivener's, Matthew, Chapter 14
» Matthew Edition of Scrivener's, Matthew, Chapter 15
245 Matthew Edition of Scrivener's, Matthew, Chapter 16
244 Matthew Edition of Scrivener's, Matthew, Chapter 17
243 Matthew Edition of Scrivener's, Matthew, Chapter 18
242 Matthew Edition of Scrivener's, Matthew, Chapter 19
241 Matthew Edition of Scrivener's, Matthew, Chapter 20
240 Matthew Edition of Scrivener's, Matthew, Chapter 21
239 Matthew Edition of Scrivener's, Matthew, Chapter 22
238 Matthew Edition of Scrivener's, Matthew, Chapter 23
237 Matthew Edition of Scrivener's, Matthew, Chapter 24
236 Matthew Edition of Scrivener's, Matthew, Chapter 25
235 Matthew Edition of Scrivener's, Matthew, Chapter 26
234 Matthew Edition of Scrivener's, Matthew, Chapter 27
233 Matthew Edition of Scrivener's, Matthew, Chapter 28
232 Mark Edition of Scrivener's, Mark, Chapter 01
231 Mark Edition of Scrivener's, Mark, Chapter 02
230 Mark Edition of Scrivener's, Mark, Chapter 03
229 Mark Edition of Scrivener's, Mark, Chapter 04
228 Mark Edition of Scrivener's, Mark, Chapter 05
227 Mark Edition of Scrivener's, Mark, Chapter 06
226 Mark Edition of Scrivener's, Mark, Chapter 07
225 Mark Edition of Scrivener's, Mark, Chapter 08
224 Mark Edition of Scrivener's, Mark, Chapter 09
223 Mark Edition of Scrivener's, Mark, Chapter 10
222 Mark Edition of Scrivener's, Mark, Chapter 11
221 Mark Edition of Scrivener's, Mark, Chapter 12
220 Mark Edition of Scrivener's, Mark, Chapter 13
219 Mark Edition of Scrivener's, Mark, Chapter 14
218 Mark Edition of Scrivener's, Mark, Chapter 15
217 Mark Edition of Scrivener's, Mark, Chapter 16
216 Luke Edition of Scrivener's, Luke, Chapter 01
215 Luke Edition of Scrivener's, Luke, Chapter 02
214 Luke Edition of Scrivener's, Luke, Chapter 03
213 Luke Edition of Scrivener's, Luke, Chapter 04
212 Luke Edition of Scrivener's, Luke, Chapter 05
211 Luke Edition of Scrivener's, Luke, Chapter 06
210 Luke Edition of Scrivener's, Luke, Chapter 07
209 Luke Edition of Scrivener's, Luke, Chapter 08
208 Luke Edition of Scrivener's, Luke, Chapter 09
207 Luke Edition of Scrivener's, Luke, Chapter 10
206 Luke Edition of Scrivener's, Luke, Chapter 11
205 Luke Edition of Scrivener's, Luke, Chapter 12
204 Luke Edition of Scrivener's, Luke, Chapter 13
203 Luke Edition of Scrivener's, Luke, Chapter 14
202 Luke Edition of Scrivener's, Luke, Chapter 15
201 Luke Edition of Scrivener's, Luke, Chapter 16
200 Luke Edition of Scrivener's, Luke, Chapter 17
199 Luke Edition of Scrivener's, Luke, Chapter 18
198 Luke Edition of Scrivener's, Luke, Chapter 19
197 Luke Edition of Scrivener's, Luke, Chapter 20
196 Luke Edition of Scrivener's, Luke, Chapter 21
195 Luke Edition of Scrivener's, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소