Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Jude
1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ⸀ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ⸀ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον ⸀δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ⸂ὑμᾶς ἅπαξ⸃ ⸀πάντα, ὅτι ⸀Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον ⸂τρόπον τούτοις⸃ ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
9ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος.
10οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
11οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
12οὗτοί εἰσιν ⸀οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
14Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· Ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι ⸂πάντας τοὺς ἀσεβεῖς⸃ περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ⸀αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
18ὅτι ἔλεγον ⸀ὑμῖν· ⸂Ἐπʼ ἐσχάτου χρόνου⸃ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20ὑμεῖς δέ, ἀγαπητοί, ⸂ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει⸃, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22καὶ οὓς μὲν ⸀ἐλεᾶτε ⸂διακρινομένους,
23οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ⸃, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24Τῷ δὲ δυναμένῳ φυλάξαι ⸀ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
25⸀μόνῳ θεῷ σωτῆρι ἡμῶν ⸂διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν⸃ ⸀δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία ⸂πρὸ παντὸς τοῦ αἰῶνος⸃ καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

List of Articles
번호 분류 제목
62 2 Timothy SBL Greek NT, 2 Timothy, Chapter 03
61 2 Timothy SBL Greek NT, 2 Timothy, Chapter 04
60 Titus SBL Greek NT, Titus, Chapter 01
59 Titus SBL Greek NT, Titus, Chapter 02
58 Titus SBL Greek NT, Titus, Chapter 03
57 Philemon SBL Greek NT, Philemon, Chapter 01
56 Hebrews SBL Greek NT, Hebrews, Chapter 01
55 Hebrews SBL Greek NT, Hebrews, Chapter 02
54 Hebrews SBL Greek NT, Hebrews, Chapter 03
53 Hebrews SBL Greek NT, Hebrews, Chapter 04
52 Hebrews SBL Greek NT, Hebrews, Chapter 05
51 Hebrews SBL Greek NT, Hebrews, Chapter 06
50 Hebrews SBL Greek NT, Hebrews, Chapter 07
49 Hebrews SBL Greek NT, Hebrews, Chapter 08
48 Hebrews SBL Greek NT, Hebrews, Chapter 09
47 Hebrews SBL Greek NT, Hebrews, Chapter 10
46 Hebrews SBL Greek NT, Hebrews, Chapter 11
45 Hebrews SBL Greek NT, Hebrews, Chapter 12
44 Hebrews SBL Greek NT, Hebrews, Chapter 13
43 James SBL Greek NT, James, Chapter 01
42 James SBL Greek NT, James, Chapter 02
41 James SBL Greek NT, James, Chapter 03
40 James SBL Greek NT, James, Chapter 04
39 James SBL Greek NT, James, Chapter 05
38 1 Peter SBL Greek NT, 1 Peter, Chapter 01
37 1 Peter SBL Greek NT, 1 Peter, Chapter 02
36 1 Peter SBL Greek NT, 1 Peter, Chapter 03
35 1 Peter SBL Greek NT, 1 Peter, Chapter 04
34 1 Peter SBL Greek NT, 1 Peter, Chapter 05
33 2 Peter SBL Greek NT, 2 Peter, Chapter 01
32 2 Peter SBL Greek NT, 2 Peter, Chapter 02
31 2 Peter SBL Greek NT, 2 Peter, Chapter 03
30 1 John SBL Greek NT, 1 John, Chapter 01
29 1 John SBL Greek NT, 1 John, Chapter 02
28 1 John SBL Greek NT, 1 John, Chapter 03
27 1 John SBL Greek NT, 1 John, Chapter 04
26 1 John SBL Greek NT, 1 John, Chapter 05
25 2 John SBL Greek NT, 2 John, Chapter 01
24 3 John SBL Greek NT, 3 John, Chapter 01
» Jude SBL Greek NT, Jude, Chapter 01
22 Revelation SBL Greek NT, Revelation, Chapter 01
21 Revelation SBL Greek NT, Revelation, Chapter 02
20 Revelation SBL Greek NT, Revelation, Chapter 03
19 Revelation SBL Greek NT, Revelation, Chapter 04
18 Revelation SBL Greek NT, Revelation, Chapter 05
17 Revelation SBL Greek NT, Revelation, Chapter 06
16 Revelation SBL Greek NT, Revelation, Chapter 07
15 Revelation SBL Greek NT, Revelation, Chapter 08
14 Revelation SBL Greek NT, Revelation, Chapter 09
13 Revelation SBL Greek NT, Revelation, Chapter 10
12 Revelation SBL Greek NT, Revelation, Chapter 11
11 Revelation SBL Greek NT, Revelation, Chapter 12
10 Revelation SBL Greek NT, Revelation, Chapter 13
9 Revelation SBL Greek NT, Revelation, Chapter 14
8 Revelation SBL Greek NT, Revelation, Chapter 15
7 Revelation SBL Greek NT, Revelation, Chapter 16
6 Revelation SBL Greek NT, Revelation, Chapter 17
5 Revelation SBL Greek NT, Revelation, Chapter 18
4 Revelation SBL Greek NT, Revelation, Chapter 19
3 Revelation SBL Greek NT, Revelation, Chapter 20
2 Revelation SBL Greek NT, Revelation, Chapter 21
1 Revelation SBL Greek NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소