Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1 John 2
1Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον,
2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
3Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
4ὁ λέγων ⸀ὅτι Ἔγνωκα αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
5ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
6ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ ⸀αὐτὸς περιπατεῖν.
7⸀Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλʼ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπʼ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ⸀ἠκούσατε.
8πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
9ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
10ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν·
11ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ·
13γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν.
14⸀ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.
15Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
16ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν·
17καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
18Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ⸀ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
19ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ⸂ἐξ ἡμῶν ἦσαν⸃, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
20καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου ⸀καὶ οἴδατε ⸀πάντες·
21οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλʼ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.
22τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.
23πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ⸂ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει⸃.
24⸀ὑμεῖς ὃ ἠκούσατε ἀπʼ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.
25καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
26Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
27καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ ⸂μένει ἐν ὑμῖν⸃, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλʼ ὡς τὸ ⸀αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, ⸀μένετε ἐν αὐτῷ.
28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ⸀ἐὰν φανερωθῇ ⸀σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ⸀ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

List of Articles
번호 분류 제목
260 Revelation SBL Greek NT, Revelation, Chapter 22
259 Revelation SBL Greek NT, Revelation, Chapter 21
258 Revelation SBL Greek NT, Revelation, Chapter 20
257 Revelation SBL Greek NT, Revelation, Chapter 19
256 Revelation SBL Greek NT, Revelation, Chapter 18
255 Revelation SBL Greek NT, Revelation, Chapter 17
254 Revelation SBL Greek NT, Revelation, Chapter 16
253 Revelation SBL Greek NT, Revelation, Chapter 15
252 Revelation SBL Greek NT, Revelation, Chapter 14
251 Revelation SBL Greek NT, Revelation, Chapter 13
250 Revelation SBL Greek NT, Revelation, Chapter 12
249 Revelation SBL Greek NT, Revelation, Chapter 11
248 Revelation SBL Greek NT, Revelation, Chapter 10
247 Revelation SBL Greek NT, Revelation, Chapter 09
246 Revelation SBL Greek NT, Revelation, Chapter 08
245 Revelation SBL Greek NT, Revelation, Chapter 07
244 Revelation SBL Greek NT, Revelation, Chapter 06
243 Revelation SBL Greek NT, Revelation, Chapter 05
242 Revelation SBL Greek NT, Revelation, Chapter 04
241 Revelation SBL Greek NT, Revelation, Chapter 03
240 Revelation SBL Greek NT, Revelation, Chapter 02
239 Revelation SBL Greek NT, Revelation, Chapter 01
238 Jude SBL Greek NT, Jude, Chapter 01
237 3 John SBL Greek NT, 3 John, Chapter 01
236 2 John SBL Greek NT, 2 John, Chapter 01
235 1 John SBL Greek NT, 1 John, Chapter 05
234 1 John SBL Greek NT, 1 John, Chapter 04
233 1 John SBL Greek NT, 1 John, Chapter 03
» 1 John SBL Greek NT, 1 John, Chapter 02
231 1 John SBL Greek NT, 1 John, Chapter 01
230 2 Peter SBL Greek NT, 2 Peter, Chapter 03
229 2 Peter SBL Greek NT, 2 Peter, Chapter 02
228 2 Peter SBL Greek NT, 2 Peter, Chapter 01
227 1 Peter SBL Greek NT, 1 Peter, Chapter 05
226 1 Peter SBL Greek NT, 1 Peter, Chapter 04
225 1 Peter SBL Greek NT, 1 Peter, Chapter 03
224 1 Peter SBL Greek NT, 1 Peter, Chapter 02
223 1 Peter SBL Greek NT, 1 Peter, Chapter 01
222 James SBL Greek NT, James, Chapter 05
221 James SBL Greek NT, James, Chapter 04
220 James SBL Greek NT, James, Chapter 03
219 James SBL Greek NT, James, Chapter 02
218 James SBL Greek NT, James, Chapter 01
217 Hebrews SBL Greek NT, Hebrews, Chapter 13
216 Hebrews SBL Greek NT, Hebrews, Chapter 12
215 Hebrews SBL Greek NT, Hebrews, Chapter 11
214 Hebrews SBL Greek NT, Hebrews, Chapter 10
213 Hebrews SBL Greek NT, Hebrews, Chapter 09
212 Hebrews SBL Greek NT, Hebrews, Chapter 08
211 Hebrews SBL Greek NT, Hebrews, Chapter 07
210 Hebrews SBL Greek NT, Hebrews, Chapter 06
209 Hebrews SBL Greek NT, Hebrews, Chapter 05
208 Hebrews SBL Greek NT, Hebrews, Chapter 04
207 Hebrews SBL Greek NT, Hebrews, Chapter 03
206 Hebrews SBL Greek NT, Hebrews, Chapter 02
205 Hebrews SBL Greek NT, Hebrews, Chapter 01
204 Philemon SBL Greek NT, Philemon, Chapter 01
203 Titus SBL Greek NT, Titus, Chapter 03
202 Titus SBL Greek NT, Titus, Chapter 02
201 Titus SBL Greek NT, Titus, Chapter 01
200 2 Timothy SBL Greek NT, 2 Timothy, Chapter 04
199 2 Timothy SBL Greek NT, 2 Timothy, Chapter 03
198 2 Timothy SBL Greek NT, 2 Timothy, Chapter 02
197 2 Timothy SBL Greek NT, 2 Timothy, Chapter 01
196 1 Timothy SBL Greek NT, 1 Timothy, Chapter 06
195 1 Timothy SBL Greek NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소