Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
John 16
1Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν μνημονεύητε ⸁αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην.
5νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
6ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
7ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
8καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
10περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
11περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν⸃, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι·
13ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
14ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.
15πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
16Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με.
17εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
18ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
19⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
21ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
22καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφʼ ὑμῶν.
23καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου⸃.
24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ ὑμῖν.
26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
27αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον.
28ἐξῆλθον ⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
29⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
31ἀπεκρίθη ⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;
32ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν.
33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

List of Articles
번호 분류 제목
194 Luke SBL Greek NT, Luke, Chapter 23
193 Luke SBL Greek NT, Luke, Chapter 24
192 John SBL Greek NT, John, Chapter 01
191 John SBL Greek NT, John, Chapter 02
190 John SBL Greek NT, John, Chapter 03
189 John SBL Greek NT, John, Chapter 04
188 John SBL Greek NT, John, Chapter 05
187 John SBL Greek NT, John, Chapter 06
186 John SBL Greek NT, John, Chapter 07
185 John SBL Greek NT, John, Chapter 08
184 John SBL Greek NT, John, Chapter 09
183 John SBL Greek NT, John, Chapter 10
182 John SBL Greek NT, John, Chapter 11
181 John SBL Greek NT, John, Chapter 12
180 John SBL Greek NT, John, Chapter 13
179 John SBL Greek NT, John, Chapter 14
178 John SBL Greek NT, John, Chapter 15
» John SBL Greek NT, John, Chapter 16
176 John SBL Greek NT, John, Chapter 17
175 John SBL Greek NT, John, Chapter 18
174 John SBL Greek NT, John, Chapter 19
173 John SBL Greek NT, John, Chapter 20
172 John SBL Greek NT, John, Chapter 21
171 Acts SBL Greek NT, Acts, Chapter 01
170 Acts SBL Greek NT, Acts, Chapter 02
169 Acts SBL Greek NT, Acts, Chapter 03
168 Acts SBL Greek NT, Acts, Chapter 04
167 Acts SBL Greek NT, Acts, Chapter 05
166 Acts SBL Greek NT, Acts, Chapter 06
165 Acts SBL Greek NT, Acts, Chapter 07
164 Acts SBL Greek NT, Acts, Chapter 08
163 Acts SBL Greek NT, Acts, Chapter 09
162 Acts SBL Greek NT, Acts, Chapter 10
161 Acts SBL Greek NT, Acts, Chapter 11
160 Acts SBL Greek NT, Acts, Chapter 12
159 Acts SBL Greek NT, Acts, Chapter 13
158 Acts SBL Greek NT, Acts, Chapter 14
157 Acts SBL Greek NT, Acts, Chapter 15
156 Acts SBL Greek NT, Acts, Chapter 16
155 Acts SBL Greek NT, Acts, Chapter 17
154 Acts SBL Greek NT, Acts, Chapter 18
153 Acts SBL Greek NT, Acts, Chapter 19
152 Acts SBL Greek NT, Acts, Chapter 20
151 Acts SBL Greek NT, Acts, Chapter 21
150 Acts SBL Greek NT, Acts, Chapter 22
149 Acts SBL Greek NT, Acts, Chapter 23
148 Acts SBL Greek NT, Acts, Chapter 24
147 Acts SBL Greek NT, Acts, Chapter 25
146 Acts SBL Greek NT, Acts, Chapter 26
145 Acts SBL Greek NT, Acts, Chapter 27
144 Acts SBL Greek NT, Acts, Chapter 28
143 Romans SBL Greek NT, Romans, Chapter 01
142 Romans SBL Greek NT, Romans, Chapter 02
141 Romans SBL Greek NT, Romans, Chapter 03
140 Romans SBL Greek NT, Romans, Chapter 04
139 Romans SBL Greek NT, Romans, Chapter 05
138 Romans SBL Greek NT, Romans, Chapter 06
137 Romans SBL Greek NT, Romans, Chapter 07
136 Romans SBL Greek NT, Romans, Chapter 08
135 Romans SBL Greek NT, Romans, Chapter 09
134 Romans SBL Greek NT, Romans, Chapter 10
133 Romans SBL Greek NT, Romans, Chapter 11
132 Romans SBL Greek NT, Romans, Chapter 12
131 Romans SBL Greek NT, Romans, Chapter 13
130 Romans SBL Greek NT, Romans, Chapter 14
129 Romans SBL Greek NT, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소