Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Matthew 9
1Καὶ ⸀ἐμβὰς ⸀εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ⸀ἀφίενταί ⸂σου αἱ ἁμαρτίαι⸃.
3καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ.
4καὶ ⸀εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ⸀Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ περιπάτει;
6ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· ⸀Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8ἰδόντες δὲ οἱ ὄχλοι ⸀ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, ⸀καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11καὶ ἰδόντες οἱ Φαρισαῖοι ⸀ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
12ὁ ⸀δὲ ἀκούσας ⸀εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες.
13πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς.
14Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ⸀πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
15καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
16οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
17οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ⸀ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
18Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ⸀ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν, καὶ ζήσεται.
19καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ⸀ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
20Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
21ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.
22ὁ δὲ Ἰησοῦς ⸀στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
24⸀ἔλεγεν· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ.
25ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ⸀αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, ⸀υἱὲ Δαυίδ.
28ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε.
29τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
30καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ⸀ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω·
31οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ⸀ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
33καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
34οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν ⸀μαλακίαν.
36Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ⸀ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα.
37τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
38δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

List of Articles
번호 분류 제목
260 Matthew SBL Greek NT, Matthew, Chapter 01
259 Matthew SBL Greek NT, Matthew, Chapter 02
258 Matthew SBL Greek NT, Matthew, Chapter 03
257 Matthew SBL Greek NT, Matthew, Chapter 04
256 Matthew SBL Greek NT, Matthew, Chapter 05
255 Matthew SBL Greek NT, Matthew, Chapter 06
254 Matthew SBL Greek NT, Matthew, Chapter 07
253 Matthew SBL Greek NT, Matthew, Chapter 08
» Matthew SBL Greek NT, Matthew, Chapter 09
251 Matthew SBL Greek NT, Matthew, Chapter 10
250 Matthew SBL Greek NT, Matthew, Chapter 11
249 Matthew SBL Greek NT, Matthew, Chapter 12
248 Matthew SBL Greek NT, Matthew, Chapter 13
247 Matthew SBL Greek NT, Matthew, Chapter 14
246 Matthew SBL Greek NT, Matthew, Chapter 15
245 Matthew SBL Greek NT, Matthew, Chapter 16
244 Matthew SBL Greek NT, Matthew, Chapter 17
243 Matthew SBL Greek NT, Matthew, Chapter 18
242 Matthew SBL Greek NT, Matthew, Chapter 19
241 Matthew SBL Greek NT, Matthew, Chapter 20
240 Matthew SBL Greek NT, Matthew, Chapter 21
239 Matthew SBL Greek NT, Matthew, Chapter 22
238 Matthew SBL Greek NT, Matthew, Chapter 23
237 Matthew SBL Greek NT, Matthew, Chapter 24
236 Matthew SBL Greek NT, Matthew, Chapter 25
235 Matthew SBL Greek NT, Matthew, Chapter 26
234 Matthew SBL Greek NT, Matthew, Chapter 27
233 Matthew SBL Greek NT, Matthew, Chapter 28
232 Mark SBL Greek NT, Mark, Chapter 01
231 Mark SBL Greek NT, Mark, Chapter 02
230 Mark SBL Greek NT, Mark, Chapter 03
229 Mark SBL Greek NT, Mark, Chapter 04
228 Mark SBL Greek NT, Mark, Chapter 05
227 Mark SBL Greek NT, Mark, Chapter 06
226 Mark SBL Greek NT, Mark, Chapter 07
225 Mark SBL Greek NT, Mark, Chapter 08
224 Mark SBL Greek NT, Mark, Chapter 09
223 Mark SBL Greek NT, Mark, Chapter 10
222 Mark SBL Greek NT, Mark, Chapter 11
221 Mark SBL Greek NT, Mark, Chapter 12
220 Mark SBL Greek NT, Mark, Chapter 13
219 Mark SBL Greek NT, Mark, Chapter 14
218 Mark SBL Greek NT, Mark, Chapter 15
217 Mark SBL Greek NT, Mark, Chapter 16
216 Luke SBL Greek NT, Luke, Chapter 01
215 Luke SBL Greek NT, Luke, Chapter 02
214 Luke SBL Greek NT, Luke, Chapter 03
213 Luke SBL Greek NT, Luke, Chapter 04
212 Luke SBL Greek NT, Luke, Chapter 05
211 Luke SBL Greek NT, Luke, Chapter 06
210 Luke SBL Greek NT, Luke, Chapter 07
209 Luke SBL Greek NT, Luke, Chapter 08
208 Luke SBL Greek NT, Luke, Chapter 09
207 Luke SBL Greek NT, Luke, Chapter 10
206 Luke SBL Greek NT, Luke, Chapter 11
205 Luke SBL Greek NT, Luke, Chapter 12
204 Luke SBL Greek NT, Luke, Chapter 13
203 Luke SBL Greek NT, Luke, Chapter 14
202 Luke SBL Greek NT, Luke, Chapter 15
201 Luke SBL Greek NT, Luke, Chapter 16
200 Luke SBL Greek NT, Luke, Chapter 17
199 Luke SBL Greek NT, Luke, Chapter 18
198 Luke SBL Greek NT, Luke, Chapter 19
197 Luke SBL Greek NT, Luke, Chapter 20
196 Luke SBL Greek NT, Luke, Chapter 21
195 Luke SBL Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소