Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
2 λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
3 ἀκούσας δὲ ⸂ὁ βασιλεὺς Ἡρῴδης⸃ ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετʼ αὐτοῦ,
4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.
5 οἱ δὲ εἶπαν αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·
6 Καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.


7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,
8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· Πορευθέντες ⸂ἐξετάσατε ἀκριβῶς⸃ περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ⸀ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.
10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
12 καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.


13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατʼ ὄναρ⸃ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
14 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.


16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
17 τότε ἐπληρώθη τὸ ῥηθὲν ⸀διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·
18 Φωνὴ ἐν Ῥαμὰ ⸀ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.


19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατʼ ὄναρ⸃ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
20 λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ⸀εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.
22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος ⸀βασιλεύει τῆς Ἰουδαίας ἀντὶ ⸂τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου⸃ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

List of Articles
번호 분류 제목
62 Luke SBL Greek NT, Luke, Chapter 18
61 Luke SBL Greek NT, Luke, Chapter 17
60 Luke SBL Greek NT, Luke, Chapter 16
59 Luke SBL Greek NT, Luke, Chapter 15
58 Luke SBL Greek NT, Luke, Chapter 14
57 Luke SBL Greek NT, Luke, Chapter 13
56 Luke SBL Greek NT, Luke, Chapter 12
55 Luke SBL Greek NT, Luke, Chapter 11
54 Luke SBL Greek NT, Luke, Chapter 10
53 Luke SBL Greek NT, Luke, Chapter 09
52 Luke SBL Greek NT, Luke, Chapter 08
51 Luke SBL Greek NT, Luke, Chapter 07
50 Luke SBL Greek NT, Luke, Chapter 06
49 Luke SBL Greek NT, Luke, Chapter 05
48 Luke SBL Greek NT, Luke, Chapter 04
47 Luke SBL Greek NT, Luke, Chapter 03
46 Luke SBL Greek NT, Luke, Chapter 02
45 Luke SBL Greek NT, Luke, Chapter 01
44 Mark SBL Greek NT, Mark, Chapter 16
43 Mark SBL Greek NT, Mark, Chapter 15
42 Mark SBL Greek NT, Mark, Chapter 14
41 Mark SBL Greek NT, Mark, Chapter 13
40 Mark SBL Greek NT, Mark, Chapter 12
39 Mark SBL Greek NT, Mark, Chapter 11
38 Mark SBL Greek NT, Mark, Chapter 10
37 Mark SBL Greek NT, Mark, Chapter 09
36 Mark SBL Greek NT, Mark, Chapter 08
35 Mark SBL Greek NT, Mark, Chapter 07
34 Mark SBL Greek NT, Mark, Chapter 06
33 Mark SBL Greek NT, Mark, Chapter 05
32 Mark SBL Greek NT, Mark, Chapter 04
31 Mark SBL Greek NT, Mark, Chapter 03
30 Mark SBL Greek NT, Mark, Chapter 02
29 Mark SBL Greek NT, Mark, Chapter 01
28 Matthew SBL Greek NT, Matthew, Chapter 28
27 Matthew SBL Greek NT, Matthew, Chapter 27
26 Matthew SBL Greek NT, Matthew, Chapter 26
25 Matthew SBL Greek NT, Matthew, Chapter 25
24 Matthew SBL Greek NT, Matthew, Chapter 24
23 Matthew SBL Greek NT, Matthew, Chapter 23
22 Matthew SBL Greek NT, Matthew, Chapter 22
21 Matthew SBL Greek NT, Matthew, Chapter 21
20 Matthew SBL Greek NT, Matthew, Chapter 20
19 Matthew SBL Greek NT, Matthew, Chapter 19
18 Matthew SBL Greek NT, Matthew, Chapter 18
17 Matthew SBL Greek NT, Matthew, Chapter 17
16 Matthew SBL Greek NT, Matthew, Chapter 16
15 Matthew SBL Greek NT, Matthew, Chapter 15
14 Matthew SBL Greek NT, Matthew, Chapter 14
13 Matthew SBL Greek NT, Matthew, Chapter 13
12 Matthew SBL Greek NT, Matthew, Chapter 12
11 Matthew SBL Greek NT, Matthew, Chapter 11
10 Matthew SBL Greek NT, Matthew, Chapter 10
9 Matthew SBL Greek NT, Matthew, Chapter 09
8 Matthew SBL Greek NT, Matthew, Chapter 08
7 Matthew SBL Greek NT, Matthew, Chapter 07
6 Matthew SBL Greek NT, Matthew, Chapter 06
5 Matthew SBL Greek NT, Matthew, Chapter 05
4 Matthew SBL Greek NT, Matthew, Chapter 04
3 Matthew SBL Greek NT, Matthew, Chapter 03
» Matthew SBL Greek NT, Matthew, Chapter 02
1 Matthew SBL Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소