Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

65:1 ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν εἶπα ἰδού εἰμι τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα
65:2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ᾽ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν
65:3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν
65:4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾽ ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν
65:5 οἱ λέγοντες πόρρω ἀπ᾽ ἐμοῦ μὴ ἐγγίσῃς μου ὅτι καθαρός εἰμι οὗτος καπνὸς τοῦ θυμοῦ μου πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας
65:6 ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν
65:7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν
65:8 οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας
65:9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ
65:10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με
65:11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα
65:12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν πάντες ἐν σφαγῇ πεσεῖσθε ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε
65:13 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμεῖς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμεῖς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμεῖς δὲ αἰσχυνθήσεσθε
65:14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε
65:15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου ὑμᾶς δὲ ἀνελεῖ κύριος τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινόν
65:16 ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν
65:17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν
65:18 ἀλλ᾽ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην
65:19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς
65:20 καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται
65:21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν
65:22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν
65:23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ ἐστιν καὶ τὰ ἔκγονα αὐτῶν μετ᾽ αὐτῶν ἔσονται
65:24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν ἔτι λαλούντων αὐτῶν ἐρῶ τί ἐστιν
65:25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα ὄφις δὲ γῆν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου λέγει κύριος


List of Articles
번호 분류 제목
66 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 01
65 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 02
64 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 03
63 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 04
62 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 05
61 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 06
60 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 07
59 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 08
58 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 09
57 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 10
56 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 11
55 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 12
54 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 13
53 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 14
52 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 15
51 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 16
50 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 17
49 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 18
48 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 19
47 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 20
46 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 21
45 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 22
44 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 23
43 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 24
42 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
41 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
40 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 27
39 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 28
38 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 29
37 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 30
36 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 31
35 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 32
34 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 33
33 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 34
32 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
31 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
30 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 37
29 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 38
28 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 39
27 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 40
26 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 41
25 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 42
24 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 43
23 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 44
22 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 45
21 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 46
20 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 47
19 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 48
18 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 49
17 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소