Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

3:1 ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωθ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος
3:2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
3:3 καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν
3:4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν
3:5 καὶ συμπεσεῖται ὁ λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ὁ ἄτιμος πρὸς τὸν ἔντιμον
3:6 ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμῶν γενοῦ καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω
3:7 καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου
3:8 ὅτι ἀνεῖται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθοῦντες διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν
3:9 καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τῇ ψυχῇ αὐτῶν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν
3:10 εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται
3:11 οὐαὶ τῷ ἀνόμῳ πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ
3:12 λαός μου οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν λαός μου οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν
3:13 ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ
3:14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν
3:15 τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε
3:16 τάδε λέγει κύριος ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι
3:17 καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιων καὶ κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν
3:18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
3:19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν
3:20 καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
3:21 καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα
3:22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ λακωνικὰ
3:23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσίῳ καὶ ὑακίνθῳ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα
3:24 καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον
3:25 καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται
3:26 καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ


List of Articles
번호 분류 제목
66 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 66
65 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 65
64 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 64
63 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 63
62 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 62
61 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 61
60 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 60
59 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 59
58 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 58
57 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 57
56 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 56
55 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 55
54 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 54
53 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 53
52 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 52
51 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 51
50 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 50
49 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 49
48 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 48
47 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 47
목록
Board Pagination Prev 1 2 3 ... 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소