Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

22:1 τὸ ῥῆμα τῆς φάραγγος Σιων τί ἐγένετό σοι νῦν ὅτι ἀνέβητε πάντες εἰς δώματα
22:2 μάταια ἐνεπλήσθη ἡ πόλις βοώντων οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου
22:3 πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν
22:4 διὰ τοῦτο εἶπα ἄφετέ με πικρῶς κλαύσομαι μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου
22:5 ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι Σιων πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη
22:6 οἱ δὲ Αιλαμῖται ἔλαβον φαρέτρας ἀναβάται ἄνθρωποι ἐφ᾽ ἵπποις καὶ συναγωγὴ παρατάξεως
22:7 καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου
22:8 καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως
22:9 καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
22:10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει
22:11 καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ᾽ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε
22:12 καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων
22:13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
22:14 καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν κυρίου σαβαωθ ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε
22:15 τάδε λέγει κύριος σαβαωθ πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ
22:16 τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν
22:17 ἰδοὺ δὴ κύριος σαβαωθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελεῖ τὴν στολήν σου
22:18 καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκεῖ ἀποθανῇ καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα
22:19 καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου
22:20 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ελιακιμ τὸν τοῦ Χελκιου
22:21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιουδα
22:22 καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτῷ καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων
22:23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ
22:24 καὶ ἔσται πεποιθὼς ἐπ᾽ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ
22:25 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τάδε λέγει κύριος σαβαωθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ᾽ αὐτόν ὅτι κύριος ἐλάλησεν


List of Articles
번호 분류 제목
66 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 01
65 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 02
64 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 03
63 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 04
62 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 05
61 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 06
60 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 07
59 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 08
58 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 09
57 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 10
56 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 11
55 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 12
54 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 13
53 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 14
52 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 15
51 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 16
50 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 17
49 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 18
48 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 19
47 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 20
46 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 21
» Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 22
44 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 23
43 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 24
42 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
41 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
40 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 27
39 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 28
38 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 29
37 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 30
36 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 31
35 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 32
34 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 33
33 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 34
32 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 25
31 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 26
30 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 37
29 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 38
28 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 39
27 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 40
26 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 41
25 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 42
24 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 43
23 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 44
22 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 45
21 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 46
20 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 47
19 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 48
18 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 49
17 Isaiah Greek LXX(Rahlps), Isaiah, Chapter 50
목록
Board Pagination Prev 1 2 Next
/ 2

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소