Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

13:1 καὶ εἶπεν
13:2 εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τὸν αἰῶνα καὶ ἡ βασιλεία αὐτοῦ ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ κατάγει ἕως ᾅδου κατωτάτω τῆς γῆς καὶ αὐτὸς ἀνάγει ἐκ τῆς ἀπωλείας τῆς μεγάλης καὶ οὐκ ἔστιν οὐδέν ὃ ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ
13:3 ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τῶν ἐθνῶν ὅτι αὐτὸς διέσπειρεν ὑμᾶς ἐν αὐτοῖς
13:4 καὶ ἐκεῖ ὑπέδειξεν ὑμῖν τὴν μεγαλωσύνην αὐτοῦ καὶ ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος καθότι αὐτὸς ἡμῶν κύριός ἐστιν καὶ αὐτὸς θεὸς ἡμῶν καὶ αὐτὸς πατὴρ ἡμῶν καὶ αὐτὸς θεὸς εἰς πάντας τοὺς αἰῶνας
13:5 μαστιγώσει ὑμᾶς ἐπὶ ταῖς ἀδικίαις ὑμῶν καὶ πάντας ὑμᾶς ἐλεήσει ἐκ πάντων τῶν ἐθνῶν ὅπου ἂν διασκορπισθῆτε ἐν αὐτοῖς
13:6 ὅταν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ᾽ ὑμῶν οὐκέτι
13:7 καὶ νῦν θεάσασθε ἃ ἐποίησεν μεθ᾽ ὑμῶν καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων
13:8 
13:9 
13:10 
13:11 καὶ πάλιν ἡ σκηνή σου οἰκοδομηθήσεταί σοι μετὰ χαρᾶς
13:12 καὶ εὐφράναι ἐν σοὶ πάντας τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ πάντας τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος
13:13 φῶς λαμπρὸν λάμψει εἰς πάντα τὰ πέρατα τῆς γῆς ἔθνη πολλὰ μακρόθεν ἥξει σοι καὶ κάτοικοι πάντων τῶν ἐσχάτων τῆς γῆς πρὸς τὸ ὄνομα τὸ ἅγιόν σου καὶ τὰ δῶρα αὐτῶν ἐν ταῖς χερσὶν αὐτῶν ἔχοντες τῷ βασιλεῖ τοῦ οὐρανοῦ γενεαὶ γενεῶν δώσουσιν ἐν σοὶ ἀγαλλίαμα καὶ ὄνομα τῆς ἐκλεκτῆς εἰς τὰς γενεὰς τοῦ αἰῶνος
13:14 ἐπικατάρατοι πάντες οἳ ἐροῦσιν λόγον σκληρόν ἐπικατάρατοι ἔσονται πάντες οἱ καθαιροῦντές σε καὶ κατασπῶντες τὰ τείχη σου καὶ πάντες οἱ ἀνατρέποντες τοὺς πύργους σου καὶ ἐμπυρίζοντες τὰς οἰκήσεις σου καὶ εὐλογητοὶ ἔσονται πάντες εἰς τὸν αἰῶνα οἱ φοβούμενοί σε
13:15 τότε πορεύθητι καὶ ἀγαλλίασαι πρὸς τοὺς υἱοὺς τῶν δικαίων ὅτι πάντες ἐπισυναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τοῦ αἰῶνος μακάριοι οἱ ἀγαπῶντές σε καὶ μακάριοι οἳ χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου
13:16 καὶ μακάριοι πάντες οἱ ἄνθρωποι οἳ ἐπὶ σοὶ λυπηθήσονται ἐπὶ πάσαις ταῖς μάστιξίν σου ὅτι ἐν σοὶ χαρήσονται καὶ ὄψονται πᾶσαν τὴν χαράν σου εἰς τὸν αἰῶνα ἡ ψυχή μου εὐλόγει τὸν κύριον τὸν βασιλέα τὸν μέγαν
13:17 ὅτι Ιερουσαλημ οἰκοδομηθήσεται τῇ πόλει οἶκος αὐτοῦ εἰς πάντας τοὺς αἰῶνας μακάριος ἔσομαι ἂν γένηται τὸ κατάλειμμα τοῦ σπέρματός μου ἰδεῖν τὴν δόξαν σου καὶ ἐξομολογήσασθαι τῷ βασιλεῖ τοῦ οὐρανοῦ καὶ αἱ θύραι Ιερουσαλημ σαπφείρῳ καὶ σμαράγδῳ οἰκοδομηθήσονται καὶ λίθῳ τιμίῳ πάντα τὰ τείχη σου οἱ πύργοι Ιερουσαλημ χρυσίῳ οἰκοδομηθήσονται καὶ οἱ προμαχῶνες αὐτῶν χρυσίῳ καθαρῷ αἱ πλατεῖαι Ιερουσαλημ ἄνθρακι ψηφολογηθήσονται καὶ λίθῳ Σουφιρ
13:18 καὶ αἱ θύραι Ιερουσαλημ ᾠδὰς ἀγαλλιάματος ἐροῦσιν καὶ πᾶσαι αἱ οἰκίαι αὐτῆς ἐροῦσιν αλληλουια εὐλογητὸς ὁ θεὸς τοῦ Ισραηλ καὶ εὐλογητοὶ εὐλογήσουσιν τὸ ὄνομα τὸ ἅγιον εἰς τὸν αἰῶνα καὶ ἔτι


List of Articles
번호 분류 제목
14 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 01
13 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 02
12 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 03
11 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 04
10 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 05
9 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 06
8 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 07
7 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 08
6 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 09
5 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 10
4 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 11
3 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 12
» Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 13
1 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 14
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소