Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

10:1 καὶ Τωβιτ ὁ πατὴρ αὐτοῦ ἐλογίζετο ἑκάστης ἡμέρας καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο
10:2 εἶπεν μήποτε κατῄσχυνται ἢ μήποτε ἀπέθανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον
10:3 καὶ ἐλυπεῖτο λίαν
10:4 εἶπεν δὲ αὐτῷ ἡ γυνή ἀπώλετο τὸ παιδίον διότι κεχρόνικεν καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν
10:5 οὐ μέλει μοι τέκνον ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου
10:6 καὶ Τωβιτ λέγει αὐτῇ σίγα μὴ λόγον ἔχε ὑγιαίνει
10:7 καὶ εἶπεν αὐτῷ σίγα μὴ πλάνα με ἀπώλετο τὸ παιδίον μου καὶ ἐπορεύετο καθ᾽ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἵας ἀπῆλθεν ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν τὰς δὲ νύκτας οὐ διελίμπανεν θρηνοῦσα Τωβιαν τὸν υἱὸν αὐτῆς ἕως οὗ συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι αὐτὸν ἐκεῖ
10:8 εἶπεν δὲ Τωβιας τῷ Ραγουηλ ἐξαπόστειλόν με ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με
10:9 εἶπεν δὲ αὐτῷ ὁ πενθερὸς αὐτοῦ μεῖνον παρ᾽ ἐμοί κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ καὶ Τωβιας λέγει οὐχί ἀλλὰ ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου
10:10 ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων σώματα καὶ κτήνη καὶ ἀργύριον
10:11 καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων εὐοδώσει ὑμᾶς τέκνα ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν
10:12 καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ τίμα τοὺς πενθερούς σου αὐτοὶ νῦν γονεῖς σού εἰσιν ἀκούσαιμί σου ἀκοὴν καλήν καὶ ἐφίλησεν αὐτήν
10:13 καὶ Εδνα εἶπεν πρὸς Τωβιαν ἄδελφε ἀγαπητέ ἀποκαταστήσαι σε ὁ κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς θυγατρός μου ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ μὴ λυπήσῃς αὐτήν
10:14 μετὰ ταῦτα ἐπορεύετο Τωβιας εὐλογῶν τὸν θεόν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ καὶ κατευλόγει Ραγουηλ καὶ Εδναν τὴν γυναῖκα αὐτοῦ


List of Articles
번호 분류 제목
14 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 01
13 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 02
12 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 03
11 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 04
10 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 05
9 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 06
8 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 07
7 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 08
6 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 09
» Tobit Greek LXX(Rahlps), Tobit, Chapter 10
4 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 11
3 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 12
2 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 13
1 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 14
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소