Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

29:1 καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αφεκ καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ
29:2 καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾽ ἐσχάτων μετὰ Αγχους
29:3 καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὗτοι καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ᾽ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾽ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης
29:4 καὶ ἐλυπήθησαν ἐπ᾽ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ καὶ μὴ ἐρχέσθω μεθ᾽ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων
29:5 οὐχ οὗτος Δαυιδ ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ
29:6 καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾽ ἐμοῦ ἐν τῇ παρεμβολῇ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾽ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ
29:7 καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων
29:8 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾽ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως
29:9 καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου ἀλλ᾽ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν οὐχ ἥξει μεθ᾽ ἡμῶν εἰς πόλεμον
29:10 καὶ νῦν ὄρθρισον τὸ πρωί σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ καὶ πορεύεσθε εἰς τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν καὶ πορεύθητε
29:11 καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ


List of Articles
번호 분류 제목
31 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 01
30 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 02
29 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 03
28 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 04
27 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 05
26 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 06
25 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 07
24 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 08
23 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 09
22 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 10
21 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 11
20 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 12
19 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 13
18 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 14
17 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 15
16 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 16
15 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 17
14 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 18
13 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 19
12 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 20
11 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 21
10 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 22
9 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 23
8 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 24
7 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 25
6 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 26
5 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 27
4 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 28
» 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 29
2 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 30
1 1 Samuel Greek LXX(Rahlps), 1 Samuel, Chapter 31
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소