Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

4:1 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ
4:2 καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἔκλινεν ὁ πόλεμος καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν
4:3 καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν
4:4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ Οφνι καὶ Φινεες
4:5 καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ καὶ ἤχησεν ἡ γῆ
4:6 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς καὶ εἶπον οἱ ἀλλόφυλοι τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν
4:7 καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν οὐαὶ ἡμῖν ἐξελοῦ ἡμᾶς κύριε σήμερον ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην
4:8 οὐαὶ ἡμῖν τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ
4:9 κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι μήποτε δουλεύσητε τοῖς Εβραίοις καθὼς ἐδούλευσαν ἡμῖν καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς
4:10 καὶ ἐπολέμησαν αὐτούς καὶ πταίει ἀνὴρ Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων
4:11 καὶ κιβωτὸς θεοῦ ἐλήμφθη καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον Οφνι καὶ Φινεες
4:12 καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
4:13 καὶ ἦλθεν καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι καὶ ἀνεβόησεν ἡ πόλις
4:14 καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν τίς ἡ βοὴ τῆς φωνῆς ταύτης καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι
4:15 καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ τίς ἡ φωνὴ τοῦ ἤχους τούτου
4:16 καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον καὶ εἶπεν τί τὸ γεγονὸς ῥῆμα τέκνον
4:17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν καὶ ἡ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη
4:18 καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
4:19 καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ᾽ αὐτὴν ὠδῖνες αὐτῆς
4:20 καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνῄσκει καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ μὴ φοβοῦ ὅτι υἱὸν τέτοκας καὶ οὐκ ἀπεκρίθη καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς
4:21 καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ Βαρχαβωθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς
4:22 καὶ εἶπαν ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν κυρίου


List of Articles
번호 분류 제목
1425 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
1424 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
1423 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
1422 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
1421 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
1420 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
1419 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
1418 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
1417 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
1416 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
1415 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
1414 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
1413 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
1412 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
1411 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
1410 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
1409 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
1408 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
1407 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
1406 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
1405 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
1404 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
1403 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
1402 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
1401 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
1400 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
1399 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
1398 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
1397 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
1396 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
1395 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
1394 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
1393 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
1392 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
1391 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
1390 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
1389 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
1388 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
1387 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
1386 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
1385 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
1384 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
1383 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
1382 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
1381 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
1380 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
1379 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
1378 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
1377 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
1376 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
1375 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
1374 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
1373 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
1372 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
1371 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
1370 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
1369 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
1368 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
1367 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
1366 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
1365 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
1364 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
1363 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
1362 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
1361 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
1360 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소