Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

18:1 οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευίταις ὅλῃ φυλῇ Λευι μερὶς οὐδὲ κλῆρος μετὰ Ισραηλ καρπώματα κυρίου ὁ κλῆρος αὐτῶν φάγονται αὐτά
18:2 κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν κύριος αὐτὸς κλῆρος αὐτοῦ καθότι εἶπεν αὐτῷ
18:3 καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων τὰ παρὰ τοῦ λαοῦ παρὰ τῶν θυόντων τὰ θύματα ἐάν τε μόσχον ἐάν τε πρόβατον καὶ δώσει τῷ ἱερεῖ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον
18:4 καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ
18:5 ὅτι αὐτὸν ἐξελέξατο κύριος ὁ θεός σου ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι κυρίου τοῦ θεοῦ σου λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλ
18:6 ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν ἐκ πάντων τῶν υἱῶν Ισραηλ οὗ αὐτὸς παροικεῖ καθότι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος
18:7 καὶ λειτουργήσει τῷ ὀνόματι κυρίου τοῦ θεοῦ αὐτοῦ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἔναντι κυρίου
18:8 μερίδα μεμερισμένην φάγεται πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν
18:9 ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων
18:10 οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί μαντευόμενος μαντείαν κληδονιζόμενος καὶ οἰωνιζόμενος φαρμακός
18:11 ἐπαείδων ἐπαοιδήν ἐγγαστρίμυθος καὶ τερατοσκόπος ἐπερωτῶν τοὺς νεκρούς
18:12 ἔστιν γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σοῦ
18:13 τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου
18:14 τὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς αὐτούς οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται σοὶ δὲ οὐχ οὕτως ἔδωκεν κύριος ὁ θεός σου
18:15 προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ὁ θεός σου αὐτοῦ ἀκούσεσθε
18:16 κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι οὐδὲ μὴ ἀποθάνωμεν
18:17 καὶ εἶπεν κύριος πρός με ὀρθῶς πάντα ὅσα ἐλάλησαν
18:18 προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ
18:19 καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ
18:20 πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα ὃ οὐ προσέταξα λαλῆσαι καὶ ὃς ἂν λαλήσῃ ἐπ᾽ ὀνόματι θεῶν ἑτέρων ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος
18:21 ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου πῶς γνωσόμεθα τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριος
18:22 ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματι κυρίου καὶ μὴ γένηται τὸ ῥῆμα καὶ μὴ συμβῇ τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησεν κύριος ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος οὐκ ἀφέξεσθε αὐτοῦ


List of Articles
번호 분류 제목
34 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 01
33 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 02
32 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 03
31 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 04
30 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 05
29 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 06
28 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 07
27 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 08
26 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 09
25 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 10
24 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 11
23 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 12
22 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 13
21 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 14
20 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 15
19 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 16
18 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 17
» Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 18
16 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 19
15 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 20
14 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 21
13 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 22
12 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 23
11 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 24
10 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 25
9 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 26
8 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 27
7 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 28
6 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 29
5 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 30
4 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 31
3 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 32
2 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 33
1 Deuteronomy Greek LXX(Rahlps), Deuteronomy, Chapter 34
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소