Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

37:1 καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας
37:2 ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς τὸ αὐτὸ ἦσαν πᾶσαι καὶ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς
37:3 καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
37:4 καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ
37:5 καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
37:6 καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ τοὺς κρίκους καὶ τὰς κεφαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ
37:7 καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ᾽ ἑκατόν
37:8 καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι
37:9 καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ᾽ ἑκατόν καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι
37:10 καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων στῦλοι αὐτῶν δέκα καὶ αἱ βάσεις αὐτῶν δέκα
37:11 καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων
37:12 ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου καὶ οἱ στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς
37:13 καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι πεντεκαίδεκα πήχεων καὶ οἱ στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς
37:14 πᾶσαι αἱ αὐλαῖαι τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης
37:15 καὶ αἱ βάσεις τῶν στύλων χαλκαῖ καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ πάντες οἱ στῦλοι τῆς αὐλῆς
37:16 καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης εἴκοσι πήχεων τὸ μῆκος καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς
37:17 καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ
37:18 καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ
37:19 καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου καθὰ συνετάγη Μωυσῇ τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν διὰ Ιθαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως
37:20 καὶ Βεσελεηλ ὁ τοῦ Ουριου ἐκ φυλῆς Ιουδα ἐποίησεν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
37:21 καὶ Ελιαβ ὁ τοῦ Αχισαμακ ἐκ τῆς φυλῆς Δαν ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ


List of Articles
번호 분류 제목
40 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
39 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
38 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
37 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
36 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
35 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
34 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
33 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
32 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
31 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
30 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
29 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
28 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
27 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
26 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
25 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
24 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 17
23 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 18
22 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 19
21 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 20
20 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 21
19 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 22
18 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 23
17 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 24
16 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 25
15 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 26
14 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 27
13 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 28
12 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 29
11 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 30
10 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 31
9 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 32
8 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 33
7 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 34
6 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 35
5 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 36
» Exodus Greek LXX(Rahlps), Exodus, Chapter 37
3 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 38
2 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 39
1 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 40
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소