Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

35:1 καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς οὗτοι οἱ λόγοι οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς
35:2 ἓξ ἡμέρας ποιήσεις ἔργα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις ἅγιον σάββατα ἀνάπαυσις κυρίῳ πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω
35:3 οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐγὼ κύριος
35:4 καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος λέγων
35:5 λάβετε παρ᾽ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ χρυσίον ἀργύριον χαλκόν
35:6 ὑάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
35:7 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
35:8 
35:9 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
35:10 καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος
35:11 τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους
35:12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα [1] καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος
35:13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
35:14 καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
35:15 
35:16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
35:17 
35:18 
35:19 καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως
35:20 καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἀπὸ Μωυσῆ
35:21 καὶ ἤνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν ἤνεγκαν ἀφαίρεμα κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου
35:22 καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν πᾶς ᾧ ἔδοξεν τῇ διανοίᾳ ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια πᾶν σκεῦος χρυσοῦν καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ
35:23 καὶ παρ᾽ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα ἤνεγκαν
35:24 καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίῳ καὶ παρ᾽ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς ἤνεγκαν
35:25 καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶν νήθειν ἤνεγκαν νενησμένα τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον
35:26 καὶ πᾶσαι αἱ γυναῖκες αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ ἔνησαν τὰς τρίχας τὰς αἰγείας
35:27 καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογεῖον
35:28 καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος
35:29 καὶ πᾶς ἀνὴρ καὶ γυνή ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίῳ
35:30 καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ ἐκ φυλῆς Ιουδα
35:31 καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων
35:32 ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
35:33 καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας
35:34 καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ Ελιαβ τῷ τοῦ Αχισαμακ ἐκ φυλῆς Δαν
35:35 ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας


List of Articles
번호 분류 제목
40 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 01
39 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 02
38 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 03
37 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 04
36 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 05
35 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 06
34 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 07
33 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 08
32 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 09
31 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 10
30 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 11
29 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 12
28 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 13
27 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 14
26 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 15
25 Exodus Greek LXX(Rahlps), Genesis, Chapter 16
24 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 17
23 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 18
22 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 19
21 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 20
20 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 21
19 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 22
18 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 23
17 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 24
16 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 25
15 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 26
14 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 27
13 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 28
12 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 29
11 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 30
10 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 31
9 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 32
8 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 33
7 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 34
» Exodus Greek LXX(Rahlps), Exodus, Chapter 35
5 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 36
4 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 37
3 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 38
2 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 39
1 Exodus Greek LXX(Rahlps), Exodus, Chapter 40
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소