Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Jud 1:1 Ἰούδας Ἰησοῦ χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ χριστῷ τετηρημένοις, κλητοῖς·
Jud 1:2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Jud 1:3 vΑγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
Jud 1:4 Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἀρνούμενοι.
Jud 1:5 `Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
Jud 1:6 Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.
Jud 1:7 Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
Jud 1:8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
Jud 1:9 Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι κύριος.
Jud 1:10 Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται.
Jud 1:11 Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
Jud 1:12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·
Jud 1:13 κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
Jud 1:14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
Jud 1:15 ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
Jud 1:16 Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
Jud 1:17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ·
Jud 1:18 ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
Jud 1:19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
Jud 1:20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
Jud 1:21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ εἰς ζωὴν αἰώνιον.
Jud 1:22 Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι·
Jud 1:23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
Jud 1:24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
Jud 1:25 μόνῳ σοφῷ θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

List of Articles
번호 분류 제목
62 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 03
61 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 04
60 Titus Byzantine Text Form, Titus, Chapter 01
59 Titus Byzantine Text Form, Titus, Chapter 02
58 Titus Byzantine Text Form, Titus, Chapter 03
57 Philemon Byzantine Text Form, Philemon, Chapter 01
56 Hebrews Byzantine Text Form, Hebrews, Chapter 01
55 Hebrews Byzantine Text Form, Hebrews, Chapter 02
54 Hebrews Byzantine Text Form, Hebrews, Chapter 03
53 Hebrews Byzantine Text Form, Hebrews, Chapter 04
52 Hebrews Byzantine Text Form, Hebrews, Chapter 05
51 Hebrews Byzantine Text Form, Hebrews, Chapter 06
50 Hebrews Byzantine Text Form, Hebrews, Chapter 07
49 Hebrews Byzantine Text Form, Hebrews, Chapter 08
48 Hebrews Byzantine Text Form, Hebrews, Chapter 09
47 Hebrews Byzantine Text Form, Hebrews, Chapter 10
46 Hebrews Byzantine Text Form, Hebrews, Chapter 11
45 Hebrews Byzantine Text Form, Hebrews, Chapter 12
44 Hebrews Byzantine Text Form, Hebrews, Chapter 13
43 James Byzantine Text Form, James, Chapter 01
42 James Byzantine Text Form, James, Chapter 02
41 James Byzantine Text Form, James, Chapter 03
40 James Byzantine Text Form, James, Chapter 04
39 James Byzantine Text Form, James, Chapter 05
38 1 Peter Byzantine Text Form, 1 Peter, Chapter 01
37 1 Peter Byzantine Text Form, 1 Peter, Chapter 02
36 1 Peter Byzantine Text Form, 1 Peter, Chapter 03
35 1 Peter Byzantine Text Form, 1 Peter, Chapter 04
34 1 Peter Byzantine Text Form, 1 Peter, Chapter 05
33 2 Peter Byzantine Text Form, 2 Peter, Chapter 01
32 2 Peter Byzantine Text Form, 2 Peter, Chapter 02
31 2 Peter Byzantine Text Form, 2 Peter, Chapter 03
30 1 John Byzantine Text Form, 1 John, Chapter 01
29 1 John Byzantine Text Form, 1 John, Chapter 02
28 1 John Byzantine Text Form, 1 John, Chapter 03
27 1 John Byzantine Text Form, 1 John, Chapter 04
26 1 John Byzantine Text Form, 1 John, Chapter 05
25 2 John Byzantine Text Form, 2 John, Chapter 01
24 3 John Byzantine Text Form, 3 John, Chapter 01
» Jude Byzantine Text Form, Jude, Chapter 01
22 Revelation Byzantine Text Form, Revelation, Chapter 01
21 Revelation Byzantine Text Form, Revelation, Chapter 02
20 Revelation Byzantine Text Form, Revelation, Chapter 03
19 Revelation Byzantine Text Form, Revelation, Chapter 04
18 Revelation Byzantine Text Form, Revelation, Chapter 05
17 Revelation Byzantine Text Form, Revelation, Chapter 06
16 Revelation Byzantine Text Form, Revelation, Chapter 07
15 Revelation Byzantine Text Form, Revelation, Chapter 08
14 Revelation Byzantine Text Form, Revelation, Chapter 09
13 Revelation Byzantine Text Form, Revelation, Chapter 10
12 Revelation Byzantine Text Form, Revelation, Chapter 11
11 Revelation Byzantine Text Form, Revelation, Chapter 12
10 Revelation Byzantine Text Form, Revelation, Chapter 13
9 Revelation Byzantine Text Form, Revelation, Chapter 14
8 Revelation Byzantine Text Form, Revelation, Chapter 15
7 Revelation Byzantine Text Form, Revelation, Chapter 16
6 Revelation Byzantine Text Form, Revelation, Chapter 17
5 Revelation Byzantine Text Form, Revelation, Chapter 18
4 Revelation Byzantine Text Form, Revelation, Chapter 19
3 Revelation Byzantine Text Form, Revelation, Chapter 20
2 Revelation Byzantine Text Form, Revelation, Chapter 21
1 Revelation Byzantine Text Form, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소