Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Co 14:1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
1Co 14:2 Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια.
1Co 14:3 Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
1Co 14:4 Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
1Co 14:5 Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
1Co 14:6 Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
1Co 14:7 Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῶ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
1Co 14:8 Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
1Co 14:9 Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
1Co 14:10 Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστὶν ἐν κόσμῳ καὶ οὐδὲν αὐτῶν ἄφωνον.
1Co 14:11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
1Co 14:12 Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
1Co 14:13 Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
1Co 14:14 Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
1Co 14:15 Τί οὖν ἐστίν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
1Co 14:16 Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;
1Co 14:17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
1Co 14:18 Εὐχαριστῶ τῷ θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν·
1Co 14:19 ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
1Co 14:20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
1Co 14:21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
1Co 14:22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
1Co 14:23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
1Co 14:24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
1Co 14:25 καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι Ὁ θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.
1Co 14:26 Τί οὖν ἐστίν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω.
1Co 14:27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
1Co 14:28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
1Co 14:29 Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.
1Co 14:30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
1Co 14:31 Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται·
1Co 14:32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.
1Co 14:33 Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεός, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
1Co 14:34 Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.
1Co 14:35 Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.
1Co 14:36 Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
1Co 14:37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι κυρίου εἰσὶν ἐντολαί.
1Co 14:38 Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.
1Co 14:39 [Ωστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε·
1Co 14:40 πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

List of Articles
번호 분류 제목
194 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 04
193 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 03
192 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 02
191 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 01
190 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 03
189 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 02
188 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 01
187 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 05
186 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 04
185 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 03
184 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 02
183 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 01
182 Colossians Byzantine Text Form, Colossians, Chapter 04
181 Colossians Byzantine Text Form, Colossians, Chapter 03
180 Colossians Byzantine Text Form, Colossians, Chapter 02
179 Colossians Byzantine Text Form, Colossians, Chapter 01
178 Philippians Byzantine Text Form, Philippians, Chapter 04
177 Philippians Byzantine Text Form, Philippians, Chapter 03
176 Philippians Byzantine Text Form, Philippians, Chapter 02
175 Philippians Byzantine Text Form, Philippians, Chapter 01
174 Ephesians Byzantine Text Form, Ephesians, Chapter 06
173 Ephesians Byzantine Text Form, Ephesians, Chapter 05
172 Ephesians Byzantine Text Form, Ephesians, Chapter 04
171 Ephesians Byzantine Text Form, Ephesians, Chapter 03
170 Ephesians Byzantine Text Form, Ephesians, Chapter 02
169 Ephesians Byzantine Text Form, Ephesians, Chapter 01
168 Galatians Byzantine Text Form, Galatians, Chapter 06
167 Galatians Byzantine Text Form, Galatians, Chapter 05
166 Galatians Byzantine Text Form, Galatians, Chapter 04
165 Galatians Byzantine Text Form, Galatians, Chapter 03
164 Galatians Byzantine Text Form, Galatians, Chapter 02
163 Galatians Byzantine Text Form, Galatians, Chapter 01
162 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 13
161 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 12
160 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 11
159 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 10
158 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 09
157 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 08
156 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 07
155 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 06
154 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 05
153 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 04
152 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 03
151 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 02
150 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 01
149 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 16
148 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 15
» 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 14
146 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 13
145 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 12
144 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 11
143 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 10
142 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 09
141 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 08
140 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 07
139 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 06
138 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 05
137 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 04
136 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 03
135 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 02
134 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 01
133 Romans Byzantine Text Form, Romans, Chapter 16
132 Romans Byzantine Text Form, Romans, Chapter 15
131 Romans Byzantine Text Form, Romans, Chapter 14
130 Romans Byzantine Text Form, Romans, Chapter 13
129 Romans Byzantine Text Form, Romans, Chapter 12
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소