Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 23:1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
Mat 23:2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
Mat 23:3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
Mat 23:4 Δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
Mat 23:5 Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν·
Mat 23:6 φιλοῦσίν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
Mat 23:7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί·
Mat 23:8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
Mat 23:9 Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
Mat 23:10 Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ χριστός.
Mat 23:11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Mat 23:12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
Mat 23:13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
Mat 23:14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Mat 23:15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Mat 23:16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
Mat 23:17 Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
Mat 23:18 Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
Mat 23:19 Μωροὶ καὶ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Mat 23:20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ·
Mat 23:21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν·
Mat 23:22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Mat 23:23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
Mat 23:24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
Mat 23:25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
Mat 23:26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
Mat 23:27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Mat 23:28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Mat 23:29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Mat 23:30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
Mat 23:31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας·
Mat 23:32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Mat 23:33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Mat 23:34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
Mat 23:35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
Mat 23:36 Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
Mat 23:37 `Ιερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Mat 23:38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Mat 23:39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

List of Articles
번호 분류 제목
260 Matthew Byzantine Text Form, Matthew, Chapter 01
259 Matthew Byzantine Text Form, Matthew, Chapter 02
258 Matthew Byzantine Text Form, Matthew, Chapter 03
257 Matthew Byzantine Text Form, Matthew, Chapter 04
256 Matthew Byzantine Text Form, Matthew, Chapter 05
255 Matthew Byzantine Text Form, Matthew, Chapter 06
254 Matthew Byzantine Text Form, Matthew, Chapter 07
253 Matthew Byzantine Text Form, Matthew, Chapter 08
252 Matthew Byzantine Text Form, Matthew, Chapter 09
251 Matthew Byzantine Text Form, Matthew, Chapter 10
250 Matthew Byzantine Text Form, Matthew, Chapter 11
249 Matthew Byzantine Text Form, Matthew, Chapter 12
248 Matthew Byzantine Text Form, Matthew, Chapter 13
247 Matthew Byzantine Text Form, Matthew, Chapter 14
246 Matthew Byzantine Text Form, Matthew, Chapter 15
245 Matthew Byzantine Text Form, Matthew, Chapter 16
244 Matthew Byzantine Text Form, Matthew, Chapter 17
243 Matthew Byzantine Text Form, Matthew, Chapter 18
242 Matthew Byzantine Text Form, Matthew, Chapter 19
241 Matthew Byzantine Text Form, Matthew, Chapter 20
240 Matthew Byzantine Text Form, Matthew, Chapter 21
239 Matthew Byzantine Text Form, Matthew, Chapter 22
» Matthew Byzantine Text Form, Matthew, Chapter 23
237 Matthew Byzantine Text Form, Matthew, Chapter 24
236 Matthew Byzantine Text Form, Matthew, Chapter 25
235 Matthew Byzantine Text Form, Matthew, Chapter 26
234 Matthew Byzantine Text Form, Matthew, Chapter 27
233 Matthew Byzantine Text Form, Matthew, Chapter 28
232 Mark Byzantine Text Form, Mark, Chapter 01
231 Mark Byzantine Text Form, Mark, Chapter 02
230 Mark Byzantine Text Form, Mark, Chapter 03
229 Mark Byzantine Text Form, Mark, Chapter 04
228 Mark Byzantine Text Form, Mark, Chapter 05
227 Mark Byzantine Text Form, Mark, Chapter 06
226 Mark Byzantine Text Form, Mark, Chapter 07
225 Mark Byzantine Text Form, Mark, Chapter 08
224 Mark Byzantine Text Form, Mark, Chapter 09
223 Mark Byzantine Text Form, Mark, Chapter 10
222 Mark Byzantine Text Form, Mark, Chapter 11
221 Mark Byzantine Text Form, Mark, Chapter 12
220 Mark Byzantine Text Form, Mark, Chapter 13
219 Mark Byzantine Text Form, Mark, Chapter 14
218 Mark Byzantine Text Form, Mark, Chapter 15
217 Mark Byzantine Text Form, Mark, Chapter 16
216 Luke Byzantine Text Form, Luke, Chapter 01
215 Luke Byzantine Text Form, Luke, Chapter 02
214 Luke Byzantine Text Form, Luke, Chapter 03
213 Luke Byzantine Text Form, Luke, Chapter 04
212 Luke Byzantine Text Form, Luke, Chapter 05
211 Luke Byzantine Text Form, Luke, Chapter 06
210 Luke Byzantine Text Form, Luke, Chapter 07
209 Luke Byzantine Text Form, Luke, Chapter 08
208 Luke Byzantine Text Form, Luke, Chapter 09
207 Luke Byzantine Text Form, Luke, Chapter 10
206 Luke Byzantine Text Form, Luke, Chapter 11
205 Luke Byzantine Text Form, Luke, Chapter 12
204 Luke Byzantine Text Form, Luke, Chapter 13
203 Luke Byzantine Text Form, Luke, Chapter 14
202 Luke Byzantine Text Form, Luke, Chapter 15
201 Luke Byzantine Text Form, Luke, Chapter 16
200 Luke Byzantine Text Form, Luke, Chapter 17
199 Luke Byzantine Text Form, Luke, Chapter 18
198 Luke Byzantine Text Form, Luke, Chapter 19
197 Luke Byzantine Text Form, Luke, Chapter 20
196 Luke Byzantine Text Form, Luke, Chapter 21
195 Luke Byzantine Text Form, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소