Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 12:1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
Mat 12:2 Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
Mat 12:3 Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ·
Mat 12:4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
Mat 12:5 Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν;
Mat 12:6 Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
Mat 12:7 Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
Mat 12:8 Κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
Mat 12:9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
Mat 12:10 Καὶ ἰδού, ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
Mat 12:11 Ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
Mat 12:12 Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
Mat 12:13 Τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
Mat 12:14 Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν.
Mat 12:15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
Mat 12:16 καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·
Mat 12:17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,
Mat 12:18 Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
Mat 12:19 Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει· οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
Mat 12:20 Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
Mat 12:21 Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
Mat 12:22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν.
Mat 12:23 Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;
Mat 12:24 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
Mat 12:25 Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.
Mat 12:26 Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
Mat 12:27 Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταί.
Mat 12:28 Εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
Mat 12:29 Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
Mat 12:30 Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ, σκορπίζει.
Mat 12:31 Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις.
Mat 12:32 Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
Mat 12:33 Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Mat 12:34 Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Mat 12:35 Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
Mat 12:36 Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
Mat 12:37 Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
Mat 12:38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
Mat 12:39 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
Mat 12:40 Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Mat 12:41 Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
Mat 12:42 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε.
Mat 12:43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
Mat 12:44 Τότε λέγει, Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον, καὶ κεκοσμημένον.
Mat 12:45 Τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
Mat 12:46 ;Ετι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.
Mat 12:47 Εἶπεν δέ τις αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι.
Mat 12:48 Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ εἰπόντι αὐτῷ, Τίς ἐστιν ἡ μήτηρ μου; Καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
Mat 12:49 Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
Mat 12:50 Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

  1. Byzantine Text Form, Matthew, Chapter 01

    CategoryMatthew
    Read More
  2. Byzantine Text Form, Matthew, Chapter 02

    CategoryMatthew
    Read More
  3. Byzantine Text Form, Matthew, Chapter 03

    CategoryMatthew
    Read More
  4. Byzantine Text Form, Matthew, Chapter 04

    CategoryMatthew
    Read More
  5. Byzantine Text Form, Matthew, Chapter 05

    CategoryMatthew
    Read More
  6. Byzantine Text Form, Matthew, Chapter 06

    CategoryMatthew
    Read More
  7. Byzantine Text Form, Matthew, Chapter 07

    CategoryMatthew
    Read More
  8. Byzantine Text Form, Matthew, Chapter 08

    CategoryMatthew
    Read More
  9. Byzantine Text Form, Matthew, Chapter 09

    CategoryMatthew
    Read More
  10. Byzantine Text Form, Matthew, Chapter 10

    CategoryMatthew
    Read More
  11. Byzantine Text Form, Matthew, Chapter 11

    CategoryMatthew
    Read More
  12. Byzantine Text Form, Matthew, Chapter 12

    CategoryMatthew
    Read More
  13. Byzantine Text Form, Matthew, Chapter 13

    CategoryMatthew
    Read More
  14. Byzantine Text Form, Matthew, Chapter 14

    CategoryMatthew
    Read More
  15. Byzantine Text Form, Matthew, Chapter 15

    CategoryMatthew
    Read More
  16. Byzantine Text Form, Matthew, Chapter 16

    CategoryMatthew
    Read More
  17. Byzantine Text Form, Matthew, Chapter 17

    CategoryMatthew
    Read More
  18. Byzantine Text Form, Matthew, Chapter 18

    CategoryMatthew
    Read More
  19. Byzantine Text Form, Matthew, Chapter 19

    CategoryMatthew
    Read More
  20. Byzantine Text Form, Matthew, Chapter 20

    CategoryMatthew
    Read More
  21. Byzantine Text Form, Matthew, Chapter 21

    CategoryMatthew
    Read More
  22. Byzantine Text Form, Matthew, Chapter 22

    CategoryMatthew
    Read More
  23. Byzantine Text Form, Matthew, Chapter 23

    CategoryMatthew
    Read More
  24. Byzantine Text Form, Matthew, Chapter 24

    CategoryMatthew
    Read More
  25. Byzantine Text Form, Matthew, Chapter 25

    CategoryMatthew
    Read More
  26. Byzantine Text Form, Matthew, Chapter 26

    CategoryMatthew
    Read More
  27. Byzantine Text Form, Matthew, Chapter 27

    CategoryMatthew
    Read More
  28. Byzantine Text Form, Matthew, Chapter 28

    CategoryMatthew
    Read More
  29. Byzantine Text Form, Mark, Chapter 01

    CategoryMark
    Read More
  30. Byzantine Text Form, Mark, Chapter 02

    CategoryMark
    Read More
  31. Byzantine Text Form, Mark, Chapter 03

    CategoryMark
    Read More
  32. Byzantine Text Form, Mark, Chapter 04

    CategoryMark
    Read More
  33. Byzantine Text Form, Mark, Chapter 05

    CategoryMark
    Read More
  34. Byzantine Text Form, Mark, Chapter 06

    CategoryMark
    Read More
  35. Byzantine Text Form, Mark, Chapter 07

    CategoryMark
    Read More
  36. Byzantine Text Form, Mark, Chapter 08

    CategoryMark
    Read More
  37. Byzantine Text Form, Mark, Chapter 09

    CategoryMark
    Read More
  38. Byzantine Text Form, Mark, Chapter 10

    CategoryMark
    Read More
  39. Byzantine Text Form, Mark, Chapter 11

    CategoryMark
    Read More
  40. Byzantine Text Form, Mark, Chapter 12

    CategoryMark
    Read More
  41. Byzantine Text Form, Mark, Chapter 13

    CategoryMark
    Read More
  42. Byzantine Text Form, Mark, Chapter 14

    CategoryMark
    Read More
  43. Byzantine Text Form, Mark, Chapter 15

    CategoryMark
    Read More
  44. Byzantine Text Form, Mark, Chapter 16

    CategoryMark
    Read More
  45. Byzantine Text Form, Luke, Chapter 01

    CategoryLuke
    Read More
  46. Byzantine Text Form, Luke, Chapter 02

    CategoryLuke
    Read More
  47. Byzantine Text Form, Luke, Chapter 03

    CategoryLuke
    Read More
  48. Byzantine Text Form, Luke, Chapter 04

    CategoryLuke
    Read More
  49. Byzantine Text Form, Luke, Chapter 05

    CategoryLuke
    Read More
  50. Byzantine Text Form, Luke, Chapter 06

    CategoryLuke
    Read More
  51. Byzantine Text Form, Luke, Chapter 07

    CategoryLuke
    Read More
  52. Byzantine Text Form, Luke, Chapter 08

    CategoryLuke
    Read More
  53. Byzantine Text Form, Luke, Chapter 09

    CategoryLuke
    Read More
  54. Byzantine Text Form, Luke, Chapter 10

    CategoryLuke
    Read More
  55. Byzantine Text Form, Luke, Chapter 11

    CategoryLuke
    Read More
  56. Byzantine Text Form, Luke, Chapter 12

    CategoryLuke
    Read More
  57. Byzantine Text Form, Luke, Chapter 13

    CategoryLuke
    Read More
  58. Byzantine Text Form, Luke, Chapter 14

    CategoryLuke
    Read More
  59. Byzantine Text Form, Luke, Chapter 15

    CategoryLuke
    Read More
  60. Byzantine Text Form, Luke, Chapter 16

    CategoryLuke
    Read More
  61. Byzantine Text Form, Luke, Chapter 17

    CategoryLuke
    Read More
  62. Byzantine Text Form, Luke, Chapter 18

    CategoryLuke
    Read More
  63. Byzantine Text Form, Luke, Chapter 19

    CategoryLuke
    Read More
  64. Byzantine Text Form, Luke, Chapter 20

    CategoryLuke
    Read More
  65. Byzantine Text Form, Luke, Chapter 21

    CategoryLuke
    Read More
  66. Byzantine Text Form, Luke, Chapter 22

    CategoryLuke
    Read More
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소