10:1 αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν
10:2 υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας
10:3 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα
10:4 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι Ῥόδιοι
10:5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
10:6 υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν
10:7 υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν
10:8 Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς
10:9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου
10:10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τῇ γῇ Σεννααρ
10:11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσουρ καὶ ᾠκοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ
10:12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη
10:13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ
10:14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ
10:15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον
10:16 καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον
10:17 καὶ τὸν Ευαῖον καὶ τὸν Αρουκαῖον καὶ τὸν Ασενναῖον
10:18 καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων
10:19 καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθεῖν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα
10:20 οὗτοι υἱοὶ Χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
10:21 καὶ τῷ Σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Εβερ ἀδελφῷ Ιαφεθ τοῦ μείζονος
10:22 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν
10:23 καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ
10:24 καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ
10:25 καὶ τῷ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ Φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιεκταν
10:26 Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ
10:27 καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα
10:28 καὶ Αβιμεηλ καὶ Σαβευ
10:29 καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὗτοι υἱοὶ Ιεκταν
10:30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα ὄρος ἀνατολῶν
10:31 οὗτοι υἱοὶ Σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν
10:32 αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν