Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 5:1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
Rev 5:2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
Rev 5:3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ⸃ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
Rev 5:4 καὶ [ἐγὼ] ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·
Rev 5:5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυείδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Rev 5:6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸂ἑστηκὸς⸃ ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύματα τοῦ θεοῦ, ⸂ἀπεσταλμένοι⸃ εἰς πᾶσαν τὴν γῆν.
Rev 5:7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
Rev 5:8 Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσερα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, ⸂αἵ⸃ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
Rev 5:9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
Rev 5:10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύουσιν ἐπὶ τῆς γῆς.
Rev 5:11 καὶ εἶδον, καὶ ἤκουσα⸆ φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
Rev 5:12 λέγοντες φωνῇ μεγάλῃ ⸂Ἄξιόν⸃ ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
Rev 5:13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης [ἐστίν], καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα ⸂λέγοντας⸃ Τῷ καθημένῳ ἐπὶ ⸂τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Rev 5:14 καὶ τὰ τέσσερα ζῷα ἔλεγον Ἀμήν, καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

List of Articles
번호 분류 제목
22 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 01
21 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 02
20 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 03
19 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 04
» Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 05
17 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 06
16 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 07
15 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 08
14 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 09
13 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 10
12 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 11
11 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 12
10 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 13
9 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 14
8 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 15
7 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 16
6 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 17
5 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 18
4 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 19
3 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 20
2 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 21
1 Revelation Westcott-Hort Greek NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소