Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 3:1 Καὶ τῷ ἀγγέλῳ ⸂τῆς⸃ ἐν Σάρδεσιν ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
Rev 3:2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου⸆ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
Rev 3:3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ ⸂γνῷς⸃ ποίαν ὥραν ἥξω ἐπὶ σέ·
Rev 3:4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
Rev 3:5 Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
Rev 3:6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Rev 3:7 Καὶ τῷ ἀγγέλῳ ⸂τῆς⸃ ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ⸂ὁ ἅγιος, ὁ ἀληθινός⸃, ὁ ἔχων τὴν κλεῖν⸆ Δαυείδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ ⸂κλείων⸃ καὶ οὐδεὶς ἀνοίγει,
Rev 3:8 Οἶδά σου τὰ ἔργα,- ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν,- ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
Rev 3:9 ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται,- ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
Rev 3:10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Rev 3:11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
Rev 3:12 Ὁ νικῶν ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
Rev 3:13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Rev 3:14 Καὶ τῷ ἀγγέλῳ ⸂τῆς⸃ ἐν Λαοδικίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ [ὁ] ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ,
Rev 3:15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
Rev 3:16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
Rev 3:17 ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ⸆ ἐλεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
Rev 3:18 συμβουλεύω σοι ἀγοράσαι παρ᾽ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
Rev 3:19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
Rev 3:20 Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν,⸆ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ.
Rev 3:21 Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
Rev 3:22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

  1. Westcott-Hort Greek NT, Revelation, Chapter 01

    CategoryRevelation
    Read More
  2. Westcott-Hort Greek NT, Revelation, Chapter 02

    CategoryRevelation
    Read More
  3. Westcott-Hort Greek NT, Revelation, Chapter 03

    CategoryRevelation
    Read More
  4. Westcott-Hort Greek NT, Revelation, Chapter 04

    CategoryRevelation
    Read More
  5. Westcott-Hort Greek NT, Revelation, Chapter 05

    CategoryRevelation
    Read More
  6. Westcott-Hort Greek NT, Revelation, Chapter 06

    CategoryRevelation
    Read More
  7. Westcott-Hort Greek NT, Revelation, Chapter 07

    CategoryRevelation
    Read More
  8. Westcott-Hort Greek NT, Revelation, Chapter 08

    CategoryRevelation
    Read More
  9. Westcott-Hort Greek NT, Revelation, Chapter 09

    CategoryRevelation
    Read More
  10. Westcott-Hort Greek NT, Revelation, Chapter 10

    CategoryRevelation
    Read More
  11. Westcott-Hort Greek NT, Revelation, Chapter 11

    CategoryRevelation
    Read More
  12. Westcott-Hort Greek NT, Revelation, Chapter 12

    CategoryRevelation
    Read More
  13. Westcott-Hort Greek NT, Revelation, Chapter 13

    CategoryRevelation
    Read More
  14. Westcott-Hort Greek NT, Revelation, Chapter 14

    CategoryRevelation
    Read More
  15. Westcott-Hort Greek NT, Revelation, Chapter 15

    CategoryRevelation
    Read More
  16. Westcott-Hort Greek NT, Revelation, Chapter 16

    CategoryRevelation
    Read More
  17. Westcott-Hort Greek NT, Revelation, Chapter 17

    CategoryRevelation
    Read More
  18. Westcott-Hort Greek NT, Revelation, Chapter 18

    CategoryRevelation
    Read More
  19. Westcott-Hort Greek NT, Revelation, Chapter 19

    CategoryRevelation
    Read More
  20. Westcott-Hort Greek NT, Revelation, Chapter 20

    CategoryRevelation
    Read More
  21. Westcott-Hort Greek NT, Revelation, Chapter 21

    CategoryRevelation
    Read More
  22. Westcott-Hort Greek NT, Revelation, Chapter 22

    CategoryRevelation
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소