Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Heb 11:1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ⸂ὑπόστασις, πραγμάτων⸃ ἔλεγχος οὐ βλεπομένων·
Heb 11:2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
Heb 11:3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.
Heb 11:4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Καὶν προσήνεγκεν τῷ θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις ⸂αὐτοῦ τοῦ θεοῦ⸃, καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
Heb 11:5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
Heb 11:6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον [τῷ] θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
Heb 11:7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
Heb 11:8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
Heb 11:9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
Heb 11:10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
Heb 11:11 Πίστει καὶ ⸂αὐτὴ Σάρρα⸃ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
Heb 11:12 διὸ καὶ ἀφ᾽ ἑνὸς ⸂ἐγεννήθησαν⸃, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
Heb 11:13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς·
Heb 11:14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
Heb 11:15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
Heb 11:16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ᾽ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
Heb 11:17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
Heb 11:18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
Heb 11:19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
Heb 11:20 Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
Heb 11:21 Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
Heb 11:22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
Heb 11:23 Πίστει Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
Heb 11:24 Πίστει Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
Heb 11:25 μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
Heb 11:26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
Heb 11:27 Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
Heb 11:28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
Heb 11:29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
Heb 11:30 Πίστει τὰ τείχη Ἰερειχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
Heb 11:31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
Heb 11:32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
Heb 11:33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, ἠργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
Heb 11:34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
Heb 11:35 ἔλαβον ⸂γυναῖκες⸃ ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
Heb 11:36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
Heb 11:37 ἐλιθάσθησαν, ⸂ἐπειράσθησαν, ἐπρίσθησαν⸃, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγίοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
Heb 11:38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ⸂ἐπὶ⸃ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Heb 11:39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
Heb 11:40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

List of Articles
번호 분류 제목
260 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 01
259 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 02
258 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 03
257 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 04
256 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 05
255 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 06
254 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 07
253 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 08
252 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 09
251 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 10
250 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 11
249 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 12
248 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 13
247 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 14
246 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 15
245 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 16
244 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 17
243 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 18
242 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 19
241 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 20
240 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 21
239 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 22
238 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 23
237 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 24
236 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 25
235 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 26
234 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 27
233 Matthew Westcott-Hort Greek NT, Matthew, Chapter 28
232 Mark Westcott-Hort Greek NT, Mark, Chapter 01
231 Mark Westcott-Hort Greek NT, Mark, Chapter 02
230 Mark Westcott-Hort Greek NT, Mark, Chapter 03
229 Mark Westcott-Hort Greek NT, Mark, Chapter 04
228 Mark Westcott-Hort Greek NT, Mark, Chapter 05
227 Mark Westcott-Hort Greek NT, Mark, Chapter 06
226 Mark Westcott-Hort Greek NT, Mark, Chapter 07
225 Mark Westcott-Hort Greek NT, Mark, Chapter 08
224 Mark Westcott-Hort Greek NT, Mark, Chapter 09
223 Mark Westcott-Hort Greek NT, Mark, Chapter 10
222 Mark Westcott-Hort Greek NT, Mark, Chapter 11
221 Mark Westcott-Hort Greek NT, Mark, Chapter 12
220 Mark Westcott-Hort Greek NT, Mark, Chapter 13
219 Mark Westcott-Hort Greek NT, Mark, Chapter 14
218 Mark Westcott-Hort Greek NT, Mark, Chapter 15
217 Mark Westcott-Hort Greek NT, Mark, Chapter 16
216 Luke Westcott-Hort Greek NT, Luke, Chapter 01
215 Luke Westcott-Hort Greek NT, Luke, Chapter 02
214 Luke Westcott-Hort Greek NT, Luke, Chapter 03
213 Luke Westcott-Hort Greek NT, Luke, Chapter 04
212 Luke Westcott-Hort Greek NT, Luke, Chapter 05
211 Luke Westcott-Hort Greek NT, Luke, Chapter 06
210 Luke Westcott-Hort Greek NT, Luke, Chapter 07
209 Luke Westcott-Hort Greek NT, Luke, Chapter 08
208 Luke Westcott-Hort Greek NT, Luke, Chapter 09
207 Luke Westcott-Hort Greek NT, Luke, Chapter 10
206 Luke Westcott-Hort Greek NT, Luke, Chapter 11
205 Luke Westcott-Hort Greek NT, Luke, Chapter 12
204 Luke Westcott-Hort Greek NT, Luke, Chapter 13
203 Luke Westcott-Hort Greek NT, Luke, Chapter 14
202 Luke Westcott-Hort Greek NT, Luke, Chapter 15
201 Luke Westcott-Hort Greek NT, Luke, Chapter 16
200 Luke Westcott-Hort Greek NT, Luke, Chapter 17
199 Luke Westcott-Hort Greek NT, Luke, Chapter 18
198 Luke Westcott-Hort Greek NT, Luke, Chapter 19
197 Luke Westcott-Hort Greek NT, Luke, Chapter 20
196 Luke Westcott-Hort Greek NT, Luke, Chapter 21
195 Luke Westcott-Hort Greek NT, Luke, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소