Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Co 6:1 Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
1Co 6:2 ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον ⸂κρινοῦσιν⸃; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
1Co 6:3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;
1Co 6:4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;
1Co 6:5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ,
1Co 6:6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
1Co 6:7 ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστὶν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
1Co 6:8 ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.
1Co 6:9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
1Co 6:10 οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν.
1Co 6:11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
1Co 6:12 Πάντα μοι ἔξεστιν· ἀλλ᾽ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
1Co 6:13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·
1Co 6:14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ⸂ἐξεγερεῖ⸃ διὰ τῆς δυνάμεως αὐτοῦ.
1Co 6:15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστίν; ἄρας οὖν τὰ μέλη τοῦ χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
1Co 6:16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν.
1Co 6:17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.
1Co 6:18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
1Co 6:19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ⸂ἁγίου πνεύματός ἐστιν⸃, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν,
1Co 6:20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.

  1. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 01

    Category1 Corinthians
    Read More
  2. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 02

    Category1 Corinthians
    Read More
  3. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 03

    Category1 Corinthians
    Read More
  4. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 04

    Category1 Corinthians
    Read More
  5. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 05

    Category1 Corinthians
    Read More
  6. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 06

    Category1 Corinthians
    Read More
  7. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 07

    Category1 Corinthians
    Read More
  8. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 08

    Category1 Corinthians
    Read More
  9. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 09

    Category1 Corinthians
    Read More
  10. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 10

    Category1 Corinthians
    Read More
  11. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 11

    Category1 Corinthians
    Read More
  12. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 12

    Category1 Corinthians
    Read More
  13. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 13

    Category1 Corinthians
    Read More
  14. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 14

    Category1 Corinthians
    Read More
  15. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 15

    Category1 Corinthians
    Read More
  16. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 16

    Category1 Corinthians
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소