Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Co 3:1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.
1Co 3:2 γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. Ἀλλ᾽ οὐδὲ [ἔτι] νῦν δύνασθε,
1Co 3:3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
1Co 3:4 ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ Ἐγὼ Ἀπολλώ, οὐκ ἄνθρωποί ἐστε;
1Co 3:5 τί οὖν ἐστὶν Ἀπολλώς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.
1Co 3:6 ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν·
1Co 3:7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων θεός.
1Co 3:8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον,
1Co 3:9 θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
1Co 3:10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
1Co 3:11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·
1Co 3:12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον ⸂χρυσίον,⸃ ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
1Co 3:13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει.
1Co 3:14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται·
1Co 3:15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
1Co 3:16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂ἐν ὑμῖν οἰκεῖ⸃;
1Co 3:17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
1Co 3:18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός,
1Co 3:19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστίν· γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
1Co 3:20 καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.
1Co 3:21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστίν,
1Co 3:22 εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν,
1Co 3:23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.

  1. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 01

    Category1 Corinthians
    Read More
  2. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 02

    Category1 Corinthians
    Read More
  3. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 03

    Category1 Corinthians
    Read More
  4. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 04

    Category1 Corinthians
    Read More
  5. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 05

    Category1 Corinthians
    Read More
  6. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 06

    Category1 Corinthians
    Read More
  7. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 07

    Category1 Corinthians
    Read More
  8. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 08

    Category1 Corinthians
    Read More
  9. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 09

    Category1 Corinthians
    Read More
  10. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 10

    Category1 Corinthians
    Read More
  11. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 11

    Category1 Corinthians
    Read More
  12. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 12

    Category1 Corinthians
    Read More
  13. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 13

    Category1 Corinthians
    Read More
  14. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 14

    Category1 Corinthians
    Read More
  15. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 15

    Category1 Corinthians
    Read More
  16. Westcott-Hort Greek NT, 1 Corinthians, Chapter 16

    Category1 Corinthians
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소