Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 12:1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.
Luk 12:2 Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Luk 12:3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Luk 12:4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
Luk 12:5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
Luk 12:6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
Luk 12:7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
Luk 12:8 Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
Luk 12:9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
Luk 12:10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
Luk 12:11 Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς [ἢ τί] ἀπολογήσησθε ἢ τί εἴπητε·
Luk 12:12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Luk 12:13 Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν.
Luk 12:14 ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;
Luk 12:15 εἶπεν δὲ πρὸς αὐτούς Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
Luk 12:16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
Luk 12:17 καὶ διελογίζετο ἐν αὑτῷ λέγων Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
Luk 12:18 καὶ εἶπεν Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου,
Luk 12:19 καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ [κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε], εὐφραίνου.
Luk 12:20 εἶπεν δὲ αὐτῷ ὁ θεός Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
Luk 12:21 [Οὕτως ὁ θησαυρίζων αὑτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.]
Luk 12:22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [αὐτοῦ] Διὰ τοῦτο ⸂λέγω ὑμῖν⸃, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι [ὑμῶν] τί ἐνδύσησθε.
Luk 12:23 ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
Luk 12:24 κατανοήσατε τοὺς κόρακας ὅτι ⸂οὐ σπείρουσιν οὐδὲ⸃ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν.
Luk 12:25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι⸃ πῆχυν;
Luk 12:26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
Luk 12:27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
Luk 12:28 εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιάζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
Luk 12:29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε,
Luk 12:30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·
Luk 12:31 πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.
Luk 12:32 μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
Luk 12:33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
Luk 12:34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Luk 12:35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι,
Luk 12:36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
Luk 12:37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.
Luk 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.
Luk 12:39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂ἐγρηγόρησεν ἂν καὶ οὐκ⸃ ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
Luk 12:40 καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Luk 12:41 Εἶπεν δὲ ὁ Πέτρος Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
Luk 12:42 καὶ εἶπεν ὁ κύριος Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [τὸ] σιτομέτριον;
Luk 12:43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως·
Luk 12:44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Luk 12:45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
Luk 12:46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
Luk 12:47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·
Luk 12:48 ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
Luk 12:49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
Luk 12:50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
Luk 12:51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
Luk 12:52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
Luk 12:53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
Luk 12:54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
Luk 12:55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται.
Luk 12:56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂καιρὸν δὲ⸃ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
Luk 12:57 Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
Luk 12:58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι [ἀπ᾽] αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
Luk 12:59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.

  1. Westcott-Hort Greek NT, Matthew, Chapter 01

    CategoryMatthew
    Read More
  2. Westcott-Hort Greek NT, Matthew, Chapter 02

    CategoryMatthew
    Read More
  3. Westcott-Hort Greek NT, Matthew, Chapter 03

    CategoryMatthew
    Read More
  4. Westcott-Hort Greek NT, Matthew, Chapter 04

    CategoryMatthew
    Read More
  5. Westcott-Hort Greek NT, Matthew, Chapter 05

    CategoryMatthew
    Read More
  6. Westcott-Hort Greek NT, Matthew, Chapter 06

    CategoryMatthew
    Read More
  7. Westcott-Hort Greek NT, Matthew, Chapter 07

    CategoryMatthew
    Read More
  8. Westcott-Hort Greek NT, Matthew, Chapter 08

    CategoryMatthew
    Read More
  9. Westcott-Hort Greek NT, Matthew, Chapter 09

    CategoryMatthew
    Read More
  10. Westcott-Hort Greek NT, Matthew, Chapter 10

    CategoryMatthew
    Read More
  11. Westcott-Hort Greek NT, Matthew, Chapter 11

    CategoryMatthew
    Read More
  12. Westcott-Hort Greek NT, Matthew, Chapter 12

    CategoryMatthew
    Read More
  13. Westcott-Hort Greek NT, Matthew, Chapter 13

    CategoryMatthew
    Read More
  14. Westcott-Hort Greek NT, Matthew, Chapter 14

    CategoryMatthew
    Read More
  15. Westcott-Hort Greek NT, Matthew, Chapter 15

    CategoryMatthew
    Read More
  16. Westcott-Hort Greek NT, Matthew, Chapter 16

    CategoryMatthew
    Read More
  17. Westcott-Hort Greek NT, Matthew, Chapter 17

    CategoryMatthew
    Read More
  18. Westcott-Hort Greek NT, Matthew, Chapter 18

    CategoryMatthew
    Read More
  19. Westcott-Hort Greek NT, Matthew, Chapter 19

    CategoryMatthew
    Read More
  20. Westcott-Hort Greek NT, Matthew, Chapter 20

    CategoryMatthew
    Read More
  21. Westcott-Hort Greek NT, Matthew, Chapter 21

    CategoryMatthew
    Read More
  22. Westcott-Hort Greek NT, Matthew, Chapter 22

    CategoryMatthew
    Read More
  23. Westcott-Hort Greek NT, Matthew, Chapter 23

    CategoryMatthew
    Read More
  24. Westcott-Hort Greek NT, Matthew, Chapter 24

    CategoryMatthew
    Read More
  25. Westcott-Hort Greek NT, Matthew, Chapter 25

    CategoryMatthew
    Read More
  26. Westcott-Hort Greek NT, Matthew, Chapter 26

    CategoryMatthew
    Read More
  27. Westcott-Hort Greek NT, Matthew, Chapter 27

    CategoryMatthew
    Read More
  28. Westcott-Hort Greek NT, Matthew, Chapter 28

    CategoryMatthew
    Read More
  29. Westcott-Hort Greek NT, Mark, Chapter 01

    CategoryMark
    Read More
  30. Westcott-Hort Greek NT, Mark, Chapter 02

    CategoryMark
    Read More
  31. Westcott-Hort Greek NT, Mark, Chapter 03

    CategoryMark
    Read More
  32. Westcott-Hort Greek NT, Mark, Chapter 04

    CategoryMark
    Read More
  33. Westcott-Hort Greek NT, Mark, Chapter 05

    CategoryMark
    Read More
  34. Westcott-Hort Greek NT, Mark, Chapter 06

    CategoryMark
    Read More
  35. Westcott-Hort Greek NT, Mark, Chapter 07

    CategoryMark
    Read More
  36. Westcott-Hort Greek NT, Mark, Chapter 08

    CategoryMark
    Read More
  37. Westcott-Hort Greek NT, Mark, Chapter 09

    CategoryMark
    Read More
  38. Westcott-Hort Greek NT, Mark, Chapter 10

    CategoryMark
    Read More
  39. Westcott-Hort Greek NT, Mark, Chapter 11

    CategoryMark
    Read More
  40. Westcott-Hort Greek NT, Mark, Chapter 12

    CategoryMark
    Read More
  41. Westcott-Hort Greek NT, Mark, Chapter 13

    CategoryMark
    Read More
  42. Westcott-Hort Greek NT, Mark, Chapter 14

    CategoryMark
    Read More
  43. Westcott-Hort Greek NT, Mark, Chapter 15

    CategoryMark
    Read More
  44. Westcott-Hort Greek NT, Mark, Chapter 16

    CategoryMark
    Read More
  45. Westcott-Hort Greek NT, Luke, Chapter 01

    CategoryLuke
    Read More
  46. Westcott-Hort Greek NT, Luke, Chapter 02

    CategoryLuke
    Read More
  47. Westcott-Hort Greek NT, Luke, Chapter 03

    CategoryLuke
    Read More
  48. Westcott-Hort Greek NT, Luke, Chapter 04

    CategoryLuke
    Read More
  49. Westcott-Hort Greek NT, Luke, Chapter 05

    CategoryLuke
    Read More
  50. Westcott-Hort Greek NT, Luke, Chapter 06

    CategoryLuke
    Read More
  51. Westcott-Hort Greek NT, Luke, Chapter 07

    CategoryLuke
    Read More
  52. Westcott-Hort Greek NT, Luke, Chapter 08

    CategoryLuke
    Read More
  53. Westcott-Hort Greek NT, Luke, Chapter 09

    CategoryLuke
    Read More
  54. Westcott-Hort Greek NT, Luke, Chapter 10

    CategoryLuke
    Read More
  55. Westcott-Hort Greek NT, Luke, Chapter 11

    CategoryLuke
    Read More
  56. Westcott-Hort Greek NT, Luke, Chapter 12

    CategoryLuke
    Read More
  57. Westcott-Hort Greek NT, Luke, Chapter 13

    CategoryLuke
    Read More
  58. Westcott-Hort Greek NT, Luke, Chapter 14

    CategoryLuke
    Read More
  59. Westcott-Hort Greek NT, Luke, Chapter 15

    CategoryLuke
    Read More
  60. Westcott-Hort Greek NT, Luke, Chapter 16

    CategoryLuke
    Read More
  61. Westcott-Hort Greek NT, Luke, Chapter 17

    CategoryLuke
    Read More
  62. Westcott-Hort Greek NT, Luke, Chapter 18

    CategoryLuke
    Read More
  63. Westcott-Hort Greek NT, Luke, Chapter 19

    CategoryLuke
    Read More
  64. Westcott-Hort Greek NT, Luke, Chapter 20

    CategoryLuke
    Read More
  65. Westcott-Hort Greek NT, Luke, Chapter 21

    CategoryLuke
    Read More
  66. Westcott-Hort Greek NT, Luke, Chapter 22

    CategoryLuke
    Read More
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소