Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 11:1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης τῆς Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
Joh 11:2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
Joh 11:3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
Joh 11:4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς.
Joh 11:5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Joh 11:6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
Joh 11:7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
Joh 11:8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββεί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
Joh 11:9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσίν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
Joh 11:10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
Joh 11:11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
Joh 11:12 εἶπον οὖν αὐτῷ οἱ μαθηταὶ κύριε, εἰ κεκοίμηται σωθήσεται.
Joh 11:13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
Joh 11:14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν,
Joh 11:15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
Joh 11:16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
Joh 11:17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
Joh 11:18 ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
Joh 11:19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαριάμ, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
Joh 11:20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
Joh 11:21 εἶπεν οὖν ἡ Μάρθα πρὸς Ἰησοῦν· κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·
Joh 11:22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός.
Joh 11:23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
Joh 11:24 λέγει αὐτῷ ἡ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Joh 11:25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
Joh 11:26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
Joh 11:27 λέγει αὐτῷ· ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
Joh 11:28 καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
Joh 11:29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν·
Joh 11:30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
Joh 11:31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
Joh 11:32 ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
Joh 11:33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
Joh 11:34 καὶ εἶπεν· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· κύριε, ἔρχου καὶ ἴδε.
Joh 11:35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
Joh 11:36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν.
Joh 11:37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
Joh 11:38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.
Joh 11:39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν.
Joh 11:40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
Joh 11:41 ἦραν οὖν τὸν λίθον· ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
Joh 11:42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Joh 11:43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω.
Joh 11:44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
Joh 11:45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
Joh 11:46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.
Joh 11:47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
Joh 11:48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
Joh 11:49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
Joh 11:50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
Joh 11:51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἤμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
Joh 11:52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
Joh 11:53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
Joh 11:54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν.
Joh 11:55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.
Joh 11:56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγαν μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
Joh 11:57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἔστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

List of Articles
번호 분류 제목
128 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 11
127 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 10
126 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 09
125 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 08
124 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 07
123 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 06
122 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 05
121 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 04
120 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 03
119 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 02
118 Romans Tischendorf (8th Edition) Greek NT, Romans, Chapter 01
117 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 28
116 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 27
115 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 26
114 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 25
113 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 24
112 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 23
111 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 22
110 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 21
109 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 20
108 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 19
107 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 18
106 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 17
105 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 16
104 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 15
103 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 14
102 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 13
101 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 12
100 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 11
99 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 10
98 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 09
97 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 08
96 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 07
95 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 06
94 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 05
93 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 04
92 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 03
91 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 02
90 Acts Tischendorf (8th Edition) Greek NT, Acts, Chapter 01
89 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 21
88 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 20
87 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 19
86 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 18
85 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 17
84 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 16
83 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 15
82 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 14
81 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 13
80 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 12
» John Tischendorf (8th Edition) Greek NT, John, Chapter 11
78 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 10
77 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 09
76 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 08
75 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 07
74 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 06
73 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 05
72 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 04
71 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 03
70 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 02
69 John Tischendorf (8th Edition) Greek NT, John, Chapter 01
68 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 24
67 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 23
66 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 22
65 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 21
64 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 20
63 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소