Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 21:1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
Luk 21:2 εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά,
Luk 21:3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλείω πάντων ἔβαλεν·
Luk 21:4 ἅπάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
Luk 21:5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθέμασιν κεκόσμηται, εἶπεν·
Luk 21:6 ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται.
Luk 21:7 ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
Luk 21:8 ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· ἐγώ εἰμι, καί ὁ καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
Luk 21:9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.
Luk 21:10 τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
Luk 21:11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ἔσται.
Luk 21:12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
Luk 21:13 ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
Luk 21:14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
Luk 21:15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
Luk 21:16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
Luk 21:17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
Luk 21:18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται·
Luk 21:19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Luk 21:20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
Luk 21:21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
Luk 21:22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσίν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
Luk 21:23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
Luk 21:24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
Luk 21:25 Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
Luk 21:26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Luk 21:27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Luk 21:28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
Luk 21:29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς. ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
Luk 21:30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.
Luk 21:31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
Luk 21:32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
Luk 21:33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Luk 21:34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
Luk 21:35 ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Luk 21:36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Luk 21:37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν.
Luk 21:38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

List of Articles
번호 분류 제목
62 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
61 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
60 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
59 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
58 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
57 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
56 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
55 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
54 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
53 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
52 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
51 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
50 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
49 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
48 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
47 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
46 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
45 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
44 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
43 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
42 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
41 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
40 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
39 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
38 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
37 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
36 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
35 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
34 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
33 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
32 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
31 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
30 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
29 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
28 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
27 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
26 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
25 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
24 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
23 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
22 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
21 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
20 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
19 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
18 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
17 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
16 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
15 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
14 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
13 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
12 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
11 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
10 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
9 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
8 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
7 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
6 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
5 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
4 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
3 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
2 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
1 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소