Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 20:1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
Luk 20:2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην.
Luk 20:3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι·
Luk 20:4 τὸ βάπτισμα τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
Luk 20:5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὐκ ἐπιστεύσατε αὐτῷ;
Luk 20:6 ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
Luk 20:7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
Luk 20:8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Luk 20:9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην. ἄνθρωπός ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
Luk 20:10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
Luk 20:11 καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
Luk 20:12 καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
Luk 20:13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.
Luk 20:14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
Luk 20:15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
Luk 20:16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· μὴ γένοιτο.
Luk 20:17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
Luk 20:18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
Luk 20:19 καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
Luk 20:20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐνκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Luk 20:21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
Luk 20:22 ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
Luk 20:23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς·
Luk 20:24 δείξατέ μοι δηνάριον. τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν· Καίσαρος.
Luk 20:25 ὁ δὲ εἶπεν πρὸς αὐτούς· τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
Luk 20:26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
Luk 20:27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
Luk 20:28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
Luk 20:29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
Luk 20:30 καὶ ὁ δεύτερος
Luk 20:31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον.
Luk 20:32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
Luk 20:33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Luk 20:34 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
Luk 20:35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
Luk 20:36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσίν, καὶ υἱοί εἰσίν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
Luk 20:37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ·
Luk 20:38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
Luk 20:39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· διδάσκαλε, καλῶς εἶπας·
Luk 20:40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
Luk 20:41 Εἶπεν δὲ πρὸς αὐτούς· πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυεὶδ υἱόν,
Luk 20:42 αὐτὸς γὰρ Δαυεὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου
Luk 20:43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
Luk 20:44 Δαυεὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
Luk 20:45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς·
Luk 20:46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
Luk 20:47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

List of Articles
번호 분류 제목
62 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
61 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
60 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
59 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
58 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
57 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
56 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
55 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
54 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
53 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
52 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
51 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
50 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
49 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
48 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
47 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
46 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
45 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
44 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
43 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
42 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
41 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
40 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
39 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
38 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
37 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
36 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
35 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
34 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
33 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
32 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
31 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
30 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
29 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
28 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
27 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
26 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
25 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
24 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
23 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
22 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
21 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
20 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
19 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
18 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
17 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
16 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
15 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
14 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
13 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
12 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
11 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
10 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
9 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
8 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
7 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
6 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
5 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
4 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
3 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
2 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
1 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소