Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mar 5:1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γερασηνῶν.
Mar 5:2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου, εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
Mar 5:3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,
Mar 5:4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι,
Mar 5:5 καὶ διαπαντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
Mar 5:6 καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ,
Mar 5:7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς.
Mar 5:8 ἔλεγεν γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
Mar 5:9 καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ λέγει αὐτῷ· λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
Mar 5:10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
Mar 5:11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·
Mar 5:12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
Mar 5:13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
Mar 5:14 καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
Mar 5:15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν.
Mar 5:16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
Mar 5:17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
Mar 5:18 καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ.
Mar 5:19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε.
Mar 5:20 καὶ ἀπῆλθεν, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
Mar 5:21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ εἰς τὸ πέραν πάλιν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
Mar 5:22 καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,
Mar 5:23 καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ.
Mar 5:24 καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
Mar 5:25 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη,
Mar 5:26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
Mar 5:27 ἀκούσασα τὰ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
Mar 5:28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι.
Mar 5:29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
Mar 5:30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· τίς μου ἥψατο τῶν ἱματίων;
Mar 5:31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· τίς μου ἥψατο;
Mar 5:32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
Mar 5:33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
Mar 5:34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Mar 5:35 ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν, τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
Mar 5:36 ὁ δὲ Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε.
Mar 5:37 καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
Mar 5:38 καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
Mar 5:39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
Mar 5:40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον.
Mar 5:41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθὰ κούμ, ὅ ἐστιν μεθερμηνευόμενον· τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
Mar 5:42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
Mar 5:43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

List of Articles
번호 분류 제목
62 2 Timothy Tischendorf (8th Edition) Greek NT, 2 Timothy, Chapter 03
61 2 Timothy Tischendorf (8th Edition) Greek NT, 2 Timothy, Chapter 04
60 Titus Tischendorf (8th Edition) Greek NT, Titus, Chapter 01
59 Titus Tischendorf (8th Edition) Greek NT, Titus, Chapter 02
58 Titus Tischendorf (8th Edition) Greek NT, Titus, Chapter 03
57 Philemon Tischendorf (8th Edition) Greek NT, Philemon, Chapter 01
56 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 01
55 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 02
54 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 03
53 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 04
52 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 05
51 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 06
50 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 07
49 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 08
48 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 09
47 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 10
46 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 11
45 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 12
44 Hebrews Tischendorf (8th Edition) Greek NT, Hebrews, Chapter 13
43 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 01
42 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 02
41 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 03
40 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 04
39 James Tischendorf (8th Edition) Greek NT, James, Chapter 05
38 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 01
37 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 02
36 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 03
35 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 04
34 1 Peter Tischendorf (8th Edition) Greek NT, 1 Peter, Chapter 05
33 2 Peter Tischendorf (8th Edition) Greek NT, 2 Peter, Chapter 01
32 2 Peter Tischendorf (8th Edition) Greek NT, 2 Peter, Chapter 02
31 2 Peter Tischendorf (8th Edition) Greek NT, 2 Peter, Chapter 03
30 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 01
29 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 02
28 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 03
27 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 04
26 1 John Tischendorf (8th Edition) Greek NT, 1 John, Chapter 05
25 2 John Tischendorf (8th Edition) Greek NT, 2 John, Chapter 01
24 3 John Tischendorf (8th Edition) Greek NT, 3 John, Chapter 01
23 Jude Tischendorf (8th Edition) Greek NT, Jude, Chapter 01
22 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 01
21 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 02
20 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 03
19 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 04
18 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 05
17 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 06
16 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 07
15 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 08
14 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 09
13 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 10
12 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 11
11 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 12
10 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 13
9 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 14
8 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 15
7 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 16
6 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 17
5 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 18
4 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 19
3 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 20
2 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 21
1 Revelation Tischendorf (8th Edition) Greek NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소