Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 23:1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
Mat 23:2 λέγων, ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
Mat 23:3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
Mat 23:4 δεσμεύουσιν δὲ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
Mat 23:5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα,
Mat 23:6 φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
Mat 23:7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββεί.
Mat 23:8 ὑμεῖς δὲ μὴ κληθῆτε, ῥαββεί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
Mat 23:9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος.
Mat 23:10 μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ Χριστός.
Mat 23:11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Mat 23:12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
Mat 23:13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Mat 23:14
Mat 23:15 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Mat 23:16 οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει.
Mat 23:17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;
Mat 23:18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει.
Mat 23:19 τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Mat 23:20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ·
Mat 23:21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν·
Mat 23:22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Mat 23:23 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφεῖναι.
Mat 23:24 ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
Mat 23:25 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
Mat 23:26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.
Mat 23:27 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Mat 23:28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
Mat 23:29 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Mat 23:30 καὶ λέγετε· εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
Mat 23:31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
Mat 23:32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Mat 23:33 ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Mat 23:34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
Mat 23:35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
Mat 23:36 ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
Mat 23:37 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Mat 23:38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Mat 23:39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

List of Articles
번호 분류 제목
62 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 18
61 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 17
60 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 16
59 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 15
58 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 14
57 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 13
56 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 12
55 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 11
54 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 10
53 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 09
52 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 08
51 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 07
50 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 06
49 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 05
48 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 04
47 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 03
46 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 02
45 Luke Tischendorf (8th Edition) Greek NT, Luke, Chapter 01
44 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 16
43 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 15
42 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 14
41 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 13
40 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 12
39 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 11
38 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 10
37 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 09
36 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 08
35 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 07
34 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 06
33 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 05
32 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 04
31 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 03
30 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 02
29 Mark Tischendorf (8th Edition) Greek NT, Mark, Chapter 01
28 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 28
27 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 27
26 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 26
25 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 25
24 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 24
» Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 23
22 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 22
21 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 21
20 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 20
19 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 19
18 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 18
17 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 17
16 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 16
15 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 15
14 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 14
13 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 13
12 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 12
11 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 11
10 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 10
9 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 09
8 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 08
7 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 07
6 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 06
5 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 05
4 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 04
3 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 03
2 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 02
1 Matthew Tischendorf (8th Edition) Greek NT, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소