Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rev 18:1 καὶ Μετὰ ταῦτα εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα ἐξουσίαν μεγάλην Καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ
Rev 18:2 καὶ ἔκραξεν ἐν ἰσχύϊ φωνῇ μεγάλη λέγων Ἔπεσεν· ἔπεσεν Βαβυλὼν ἡ μεγάλῃ καὶ ἐγένετο κατοικητήριον δαιμονων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου
Rev 18:3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκεν πάντα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν
Rev 18:4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν Ἐξέλθετε ἐξ αὐτῆς ὁ λαός μου ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς καὶ ἵνα μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς
Rev 18:5 ὅτι ἠκολούθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς
Rev 18:6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν
Rev 18:7 ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασεν τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει Κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω
Rev 18:8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς θάνατος καὶ πένθος καὶ λιμός καὶ ἐν πυρὶ κατακαυθήσεται ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνων αὐτήν
Rev 18:9 Καὶ κλαύσονται αὐτὴν καὶ κόψονται ἐπ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
Rev 18:10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες Οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου
Rev 18:11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι
Rev 18:12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βύσσου καὶ πορφύρας καὶ σηρικοῦ, καὶ κοκκίνου καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου
Rev 18:13 καὶ κινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων
Rev 18:14 καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ καὶ οὐκέτι οὐ μὴ εὑρήσῃς αὐτὰ
Rev 18:15 οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες
Rev 18:16 καὶ λέγοντες Οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·
Rev 18:17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων ὁ ὅμιλος, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν
Rev 18:18 καὶ ἔκραζον ὁρῶντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ
Rev 18:19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες λέγοντες Οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς ὅτι μιᾷ ὥρᾳ ἠρημώθη
Rev 18:20 Εὐφραίνου ἐπ αὐτήν οὐρανέ καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς
Rev 18:21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι
Rev 18:22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
Rev 18:23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη
Rev 18:24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς

  1. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 01

    CategoryRevelation
    Read More
  2. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 02

    CategoryRevelation
    Read More
  3. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 03

    CategoryRevelation
    Read More
  4. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 04

    CategoryRevelation
    Read More
  5. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 05

    CategoryRevelation
    Read More
  6. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 06

    CategoryRevelation
    Read More
  7. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 07

    CategoryRevelation
    Read More
  8. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 08

    CategoryRevelation
    Read More
  9. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 09

    CategoryRevelation
    Read More
  10. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 10

    CategoryRevelation
    Read More
  11. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 11

    CategoryRevelation
    Read More
  12. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 12

    CategoryRevelation
    Read More
  13. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 13

    CategoryRevelation
    Read More
  14. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 14

    CategoryRevelation
    Read More
  15. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 15

    CategoryRevelation
    Read More
  16. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 16

    CategoryRevelation
    Read More
  17. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 17

    CategoryRevelation
    Read More
  18. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 18

    CategoryRevelation
    Read More
  19. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 19

    CategoryRevelation
    Read More
  20. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 20

    CategoryRevelation
    Read More
  21. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 21

    CategoryRevelation
    Read More
  22. Stephanus (Robert Estienne's) 1550 Greek NT, Revelation, Chapter 22

    CategoryRevelation
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소