Stephanus (Robert Estienne's) 1550 Greek NT, Hebrews, Chapter 13

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Heb 13:1 Ἡ φιλαδελφία μενέτω
Heb 13:2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους
Heb 13:3 μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι
Heb 13:4 Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός
Heb 13:5 Ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοῖς παροῦσιν αὐτὸς γὰρ εἴρηκεν Οὐ μή σε ἀνῶ οὐδ οὐ μή σε ἐγκαταλίπω
Heb 13:6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν Κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
Heb 13:7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν
Heb 13:8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰῶνας
Heb 13:9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ περιφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
Heb 13:10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες
Heb 13:11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς
Heb 13:12 διὸ καὶ Ἰησοῦς ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν ἔξω τῆς πύλης ἔπαθεν
Heb 13:13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·
Heb 13:14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν
Heb 13:15 δι αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντός τῷ θεῷ τοῦτ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ
Heb 13:16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός
Heb 13:17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο
Heb 13:18 Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι
Heb 13:19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν
Heb 13:20 Ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τὸν κύριον ἡμῶν Ἰησοῦν
Heb 13:21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Heb 13:22 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν
Heb 13:23 Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον μεθ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς
Heb 13:24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας
Heb 13:25 ἡ χάρις μετὰ πάντων ὑμῶν ἀμήν. [πρός Ἑβραίους ἐγράφη ἀπό τῆς Ἰταλίας διά] Τιμοθέου