Heb 12:1 Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν δι ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα
Heb 12:2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ εκάθισεν.
Heb 12:3 ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἀυτὸν ἀντιλογίαν ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι
Heb 12:4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι
Heb 12:5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται Υἱέ μου μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ αὐτοῦ ἐλεγχόμενος·
Heb 12:6 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται
Heb 12:7 εἴ παιδείαν ὑπομένετε ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός τίς γὰρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ
Heb 12:8 εἰ δὲ χωρίς ἐστε παιδείας ἡς μέτοχοι γεγόνασιν πάντες ἄρα νόθοι ἐστε καὶ οὐχ υἱοί
Heb 12:9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν
Heb 12:10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ
Heb 12:11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης
Heb 12:12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε
Heb 12:13 καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ ἰαθῇ δὲ μᾶλλον
Heb 12:14 Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον
Heb 12:15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διὰ ταὐτῆς μιανθῶσιν πολλοί
Heb 12:16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ
Heb 12:17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη μετανοίας γὰρ τόπον οὐχ εὗρεν καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν
Heb 12:18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ, καὶ θυέλλῃ
Heb 12:19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων ἡς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον
Heb 12:20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον Κἂν θηρίον θίγῃ τοῦ ὄρους λιθοβοληθήσεται· ἢ βολίδι κατατοξευθήσεται·
Heb 12:21 καί οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον Μωσῆς εἶπεν Ἔκφοβός εἰμι καὶ ἔντρομος
Heb 12:22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων
Heb 12:23 πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασιν δικαίων τετελειωμένων
Heb 12:24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρείττονα λαλοῦντι παρὰ τὸν Ἅβελ
Heb 12:25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ οὐρανῶν ἀποστρεφόμενοι
Heb 12:26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε νῦν δὲ ἐπήγγελται λέγων Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν
Heb 12:27 τὸ δέ Ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων ἵνα μείνῃ τὰ μὴ σαλευόμενα
Heb 12:28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν δι ἡς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας
Heb 12:29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον