2Ti 2:1 Σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ
2Ti 2:2 καὶ ἃ ἤκουσας παρ ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
2Ti 2:3 σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ
2Ti 2:4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ
2Ti 2:5 ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ
2Ti 2:6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
2Ti 2:7 νόει α λέγω· δῴη γάρ σοι ὃ κύριος σύνεσιν ἐν πᾶσιν
2Ti 2:8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβίδ, κατὰ τὸ εὐαγγέλιόν μου
2Ti 2:9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·
2Ti 2:10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου
2Ti 2:11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν·
2Ti 2:12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
2Ti 2:13 εἰ ἀπιστοῦμεν ἐκεῖνος πιστὸς μένει ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται
2Ti 2:14 Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίοῦ μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
2Ti 2:15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
2Ti 2:16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας
2Ti 2:17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος
2Ti 2:18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
2Ti 2:19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ καί Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Χριστου.
2Ti 2:20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·
2Ti 2:21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
2Ti 2:22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας
2Ti 2:23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας·
2Ti 2:24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας διδακτικόν ἀνεξίκακον
2Ti 2:25 ἐν πρᾶότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
2Ti 2:26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα