1Ti 5:1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς ἀλλὰ παρακάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς
1Ti 5:2 πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ
1Ti 5:3 Χήρας τίμα τὰς ὄντως χήρας
1Ti 5:4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ
1Ti 5:5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τόν θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας
1Ti 5:6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν
1Ti 5:7 καὶ ταῦτα παράγγελλε ἵνα ἀνεπίληπτοι ὦσιν
1Ti 5:8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων
1Ti 5:9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή
1Ti 5:10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβομένοις ἐπήρκεσεν εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν
1Ti 5:11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ γαμεῖν θέλουσιν
1Ti 5:12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·
1Ti 5:13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι λαλοῦσαι τὰ μὴ δέοντα
1Ti 5:14 βούλομαι οὖν νεωτέρας γαμεῖν τεκνογονεῖν οἰκοδεσποτεῖν μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
1Ti 5:15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ
1Ti 5:16 εἴ τις πιστὸς ἡ πιστὴ ἔχει χήρας ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἢ ἐκκλησία ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ
1Ti 5:17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ
1Ti 5:18 λέγει γὰρ ἡ γραφή Βοῦν ἀλοῶντα οὐ φιμώσεις καί Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ
1Ti 5:19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων
1Ti 5:20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν
1Ti 5:21 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος μηδὲν ποιῶν κατὰ πρόσκλισιν
1Ti 5:22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει
1Ti 5:23 Μηκέτι ὑδροπότει ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον σου καὶ τὰς πυκνάς σοῦ ἀσθενείας
1Ti 5:24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·
1Ti 5:25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλα ἐστίν καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται

Previous
List