Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Timothy, Chapter 03

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Ti 3:1 πιστὸς ὁ λόγος Εἴ τις ἐπισκοπῆς ὀρέγεται καλοῦ ἔργου ἐπιθυμεῖ
1Ti 3:2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι μιᾶς γυναικὸς ἄνδρα νηφάλεον σώφρονα κόσμιον φιλόξενον διδακτικόν
1Ti 3:3 μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ, ἀλλ᾽ ἐπιεικῆ ἄμαχον ἀφιλάργυρον
1Ti 3:4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος
1Ti 3:5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται
1Ti 3:6 μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου
1Ti 3:7 δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου
1Ti 3:8 Διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνῳ πολλῷ προσέχοντας μὴ αἰσχροκερδεῖς
1Ti 3:9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει
1Ti 3:10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες
1Ti 3:11 γυναῖκας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλέους πιστὰς ἐν πᾶσιν
1Ti 3:12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων
1Ti 3:13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ
1Ti 3:14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον·
1Ti 3:15 ἐὰν δὲ βραδύνω ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας
1Ti 3:16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμῳ ἀνελήφθη ἐν δόξῃ