1Ti 1:1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Κυριόυ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν
1Ti 1:2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
1Ti 1:3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
1Ti 1:4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει
1Ti 1:5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου
1Ti 1:6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
1Ti 1:7 θέλοντες εἶναι νομοδιδάσκαλοι μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται
1Ti 1:8 Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται
1Ti 1:9 εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσιν καὶ ἁμαρτωλοῖς ἀνοσίοις καὶ βεβήλοις πατραλῴαις καὶ μητραλῴαις ἀνδροφόνοις
1Ti 1:10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
1Ti 1:11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ ὃ ἐπιστεύθην ἐγώ
1Ti 1:12 Καὶ Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν
1Ti 1:13 τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλ᾽ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·
1Ti 1:14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ
1Ti 1:15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ
1Ti 1:16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ αὐτῷ εἰς ζωὴν αἰώνιον
1Ti 1:17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῶ θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
1Ti 1:18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν
1Ti 1:19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν
1Ti 1:20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν

List