Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
2Co 1:1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
2Co 1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ
2Co 1:3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως
2Co 1:4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἡς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ·
2Co 1:5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς οὕτως διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν
2Co 1:6 εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν εἴτε παρακαλούμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, καὶ ἥ ἐλπίς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν
2Co 1:7 εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων οὕτως καὶ τῆς παρακλήσεως
2Co 1:8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ ὅτι καθ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
2Co 1:9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν ἵνα μὴ πεποιθότες ὦμεν ἐφ ἑαυτοῖς ἀλλ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
2Co 1:10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται
2Co 1:11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν
2Co 1:12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ θεοῦ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ περισσοτέρως δὲ πρὸς ὑμᾶς
2Co 1:13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε
2Co 1:14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ
2Co 1:15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον ἵνα δευτέραν χάριν ἔχῆτε·
2Co 1:16 καὶ δι ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν
2Co 1:17 τοῦτο οὖν βουλευόμενος μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἵνα ᾖ παρ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ
2Co 1:18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ
2Co 1:19 ὁ γὰρ τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι ἡμῶν κηρυχθείς δι ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν
2Co 1:20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ Ναί· καὶ ἐν αὐτῷ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι ἡμῶν
2Co 1:21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός
2Co 1:22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν
2Co 1:23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον
2Co 1:24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε

List of Articles
번호 분류 제목
» 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 01
12 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 02
11 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 03
10 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 04
9 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 05
8 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 06
7 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 07
6 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 08
5 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 09
4 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 10
3 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 11
2 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 12
1 2 Corinthians Stephanus (Robert Estienne's) 1550 Greek NT, 2 Corinthians, Chapter 13
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소