1Co 4:1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ
1Co 4:2 ὅ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ
1Co 4:3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ οὐδὲ ἐμαυτὸν ἀνακρίνω
1Co 4:4 οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἀλλ οὐκ ἐν τούτῳ δεδικαίωμαι ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν
1Co 4:5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ
1Co 4:6 Ταῦτα δέ ἀδελφοί μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ δι ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου
1Co 4:7 τίς γάρ σε διακρίνει τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες εἰ δὲ καὶ ἔλαβες τί καυχᾶσαι ὡς μὴ λαβών
1Co 4:8 ἤδη κεκορεσμένοι ἐστέ ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν
1Co 4:9 δοκῶ γάρ ὅτι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις
1Co 4:10 ἡμεῖς μωροὶ διὰ Χριστόν ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι ἡμεῖς δὲ ἄτιμοι
1Co 4:11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
1Co 4:12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν διωκόμενοι ἀνεχόμεθα
1Co 4:13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι
1Co 4:14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
1Co 4:15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα
1Co 4:16 παρακαλῶ οὖν ὑμᾶς μιμηταί μου γίνεσθε
1Co 4:17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὅς ἐστίν τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω
1Co 4:18 ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες·
1Co 4:19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν·
1Co 4:20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ ἐν δυνάμει
1Co 4:21 τί θέλετε ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;

Previous
List