Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Co 3:1 Καὶ ἐγώ, ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ ὡς σαρκικοῖς ὡς νηπίοις ἐν Χριστῷ
1Co 3:2 γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα οὔπω γὰρ ἠδύνασθε ἀλλ οὖτε ἔτι νῦν δύνασθε
1Co 3:3 ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε
1Co 3:4 ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐχὶ σαρκικοί ἐστε
1Co 3:5 τίς οὖν ἐστιν Παῦλος τίς δέ Ἀπολλῶς ἀλλ᾽ ἢ διάκονοι δι ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν
1Co 3:6 ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλ᾽ ὁ θεὸς ηὔξανεν·
1Co 3:7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ ὁ αὐξάνων θεός
1Co 3:8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον·
1Co 3:9 θεοῦ γάρ ἐσμεν συνεργοί θεοῦ γεώργιον θεοῦ οἰκοδομή ἐστε
1Co 3:10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ
1Co 3:11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός
1Co 3:12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην
1Co 3:13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει
1Co 3:14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπωκοδόμησεν μισθὸν λήψεται.
1Co 3:15 εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός
1Co 3:16 οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν
1Co 3:17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς
1Co 3:18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός
1Co 3:19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
1Co 3:20 καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι
1Co 3:21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν
1Co 3:22 εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν,
1Co 3:23 ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ θεοῦ

  1. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in 1 Corinthians

    Stephanus (Robert Estienne's) 1550 Greek NT, 1 Corinthians, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소