Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 13:1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ἀπὸ θεοῦ αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσίν·
Rom 13:2 ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται
Rom 13:3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν· τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
Rom 13:4 θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν ἐὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι
Rom 13:5 διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν
Rom 13:6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες
Rom 13:7 ἀπόδοτε οὖν πᾶσιν τὰς ὀφειλάς τῷ τὸν φόρον τὸν φόρον τῷ τὸ τέλος τὸ τέλος τῷ τὸν φόβον τὸν φόβον τῷ τὴν τιμὴν τὴν τιμήν
Rom 13:8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν· ἀλλήλους ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν
Rom 13:9 τὸ γὰρ Οὐ μοιχεύσεις Οὐ φονεύσεις Οὐ κλέψεις Οὐ ψευδομαρτυρήσεις, Οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν
Rom 13:10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη
Rom 13:11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν
Rom 13:12 ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καί ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός
Rom 13:13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλῳ
Rom 13:14 ἀλλ᾽ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας

List of Articles
번호 분류 제목
16 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
15 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
14 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
13 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
12 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
11 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
10 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
9 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
8 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
7 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
6 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
5 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12
» Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13
3 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14
2 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15
1 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소