Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 7:1 Ἢ ἀγνοεῖτε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλῶ ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ ὅσον χρόνον ζῇ
Rom 7:2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός
Rom 7:3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ
Rom 7:4 ὥστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ
Rom 7:5 ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·
Rom 7:6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ᾧ κατειχόμεθα ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος
Rom 7:7 Τί οὖν ἐροῦμεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν Οὐκ ἐπιθυμήσεις
Rom 7:8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά
Rom 7:9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον
Rom 7:10 καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον·
Rom 7:11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι αὐτῆς ἀπέκτεινεν
Rom 7:12 ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή
Rom 7:13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν θάνατος μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς
Rom 7:14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκικός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν
Rom 7:15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω ἀλλ ὃ μισῶ τοῦτο ποιῶ
Rom 7:16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῷ νόμῳ ὅτι καλός
Rom 7:17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία
Rom 7:18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί τοῦτ ἔστιν ἐν τῇ σαρκί μου ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω
Rom 7:19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν ἀλλ᾽ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω
Rom 7:20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία
Rom 7:21 Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·
Rom 7:22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον
Rom 7:23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου
Rom 7:24 ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου
Rom 7:25 ἐυχάριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας

  1. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소