Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 6:1 Τί οὖν ἐροῦμεν ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ
Rom 6:2 μὴ γένοιτο οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ
Rom 6:3 ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν
Rom 6:4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν
Rom 6:5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
Rom 6:6 τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
Rom 6:7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας
Rom 6:8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ
Rom 6:9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει θάνατος αὐτοῦ οὐκέτι κυριεύει
Rom 6:10 ὃ γὰρ ἀπέθανεν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ ζῇ τῷ θεῷ
Rom 6:11 οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Rom 6:12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὕτη ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ
Rom 6:13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ
Rom 6:14 ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ᾽ ὑπὸ χάριν
Rom 6:15 Τί οὖν ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλ᾽ ὑπὸ χάριν μὴ γένοιτο
Rom 6:16 οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν δοῦλοί ἐστε ᾧ ὑπακούετε ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην
Rom 6:17 χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς
Rom 6:18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ
Rom 6:19 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν
Rom 6:20 ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ
Rom 6:21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ οἷς νῦν ἐπαισχύνεσθε τὸ γὰρ τέλος ἐκείνων θάνατος
Rom 6:22 νυνὶ δέ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν τὸ δὲ τέλος ζωὴν αἰώνιον
Rom 6:23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν

  1. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소