Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 5:1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Rom 5:2 δι οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ
Rom 5:3 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται
Rom 5:4 ἡ δὲ ὑπομονὴ δοκιμήν ἡ δὲ δοκιμὴ ἐλπίδα
Rom 5:5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν
Rom 5:6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν
Rom 5:7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν·
Rom 5:8 συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν
Rom 5:9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι αὐτοῦ ἀπὸ τῆς ὀργῆς
Rom 5:10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·
Rom 5:11 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν
Rom 5:12 Διὰ τοῦτο ὥσπερ δι ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ ᾧ πάντες ἥμαρτον·
Rom 5:13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου
Rom 5:14 ἀλλ᾽ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ ὅς ἐστιν τύπος τοῦ μέλλοντος
Rom 5:15 Ἀλλ οὐχ ὡς τὸ παράπτωμα οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν
Rom 5:16 καὶ οὐχ ὡς δι ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα
Rom 5:17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ
Rom 5:18 Ἄρα οὖν ὡς δι ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·
Rom 5:19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί
Rom 5:20 νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις
Rom 5:21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν

  1. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소