Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 4:1 Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα
Rom 4:2 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη ἔχει καύχημα ἀλλ οὐ πρὸς τὸν θεόν
Rom 4:3 τί γὰρ ἡ γραφὴ λέγει Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
Rom 4:4 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ τό ὀφείλημα
Rom 4:5 τῷ δὲ μὴ ἐργαζομένῳ πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην·
Rom 4:6 καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων
Rom 4:7 Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
Rom 4:8 μακάριος ἀνὴρ ᾧ οὗ μὴ λογίσηται κύριος ἁμαρτίαν
Rom 4:9 ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν λέγομεν γάρ ὅτι Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην
Rom 4:10 πῶς οὖν ἐλογίσθη ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ οὐκ ἐν περιτομῇ ἀλλ ἐν ἀκροβυστίᾳ·
Rom 4:11 καὶ σημεῖον ἔλαβεν περιτομῆς σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι ἀκροβυστίας εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην
Rom 4:12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν τῇ ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ
Rom 4:13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου ἀλλὰ διὰ δικαιοσύνης πίστεως
Rom 4:14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·
Rom 4:15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις
Rom 4:16 διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ ὅς ἐστιν πατὴρ πάντων ἡμῶν
Rom 4:17 καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
Rom 4:18 ὃς παρ ἐλπίδα ἐπ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου
Rom 4:19 καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
Rom 4:20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ θεῷ
Rom 4:21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι
Rom 4:22 διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
Rom 4:23 Οὐκ ἐγράφη δὲ δι αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ
Rom 4:24 ἀλλὰ καὶ δι ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν
Rom 4:25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν

  1. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01

  2. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02

  3. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03

  4. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04

  5. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05

  6. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06

  7. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07

  8. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08

  9. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09

  10. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10

  11. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11

  12. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12

  13. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13

  14. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14

  15. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15

  16. No Image 14Dec
    by 한글모레
    in Romans

    Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소