Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 3:1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς
Rom 3:2 πολὺ κατὰ πάντα τρόπον πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ
Rom 3:3 τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει
Rom 3:4 μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής πᾶς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
Rom 3:5 εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν τί ἐροῦμεν μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν κατὰ ἄνθρωπον λέγω
Rom 3:6 μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον
Rom 3:7 εἰ γὰρ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι
Rom 3:8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά ὧν τὸ κρίμα ἔνδικόν ἐστιν
Rom 3:9 Τί οὖν προεχόμεθα οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ ἁμαρτίαν εἶναι
Rom 3:10 καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς
Rom 3:11 οὐκ ἔστιν ὁ συνίων οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν
Rom 3:12 πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός
Rom 3:13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
Rom 3:14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει
Rom 3:15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα
Rom 3:16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν
Rom 3:17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν
Rom 3:18 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν
Rom 3:19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ·
Rom 3:20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
Rom 3:21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν
Rom 3:22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή
Rom 3:23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ
Rom 3:24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
Rom 3:25 ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
Rom 3:26 ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ
Rom 3:27 Ποῦ οὖν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τῶν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως
Rom 3:28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου
Rom 3:29 ἢ Ἰουδαίων ὁ θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν
Rom 3:30 ἐπείπερ εἷς ὁ θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως
Rom 3:31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν

List of Articles
번호 분류 제목
16 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 01
15 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 02
» Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 03
13 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 04
12 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 05
11 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 06
10 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 07
9 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 08
8 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 09
7 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 10
6 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 11
5 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 12
4 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 13
3 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 14
2 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 15
1 Romans Stephanus (Robert Estienne's) 1550 Greek NT, Romans, Chapter 16
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소